<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="5"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:5" n="8"><p>ὄντων δὲ τῶν δικαίων καὶ ἀδίκων τῶν εἰρημένων, ἀδικεῖ μὲν καὶ δικαιοπραγεῖ ὅταν ἑκών τις αὐτὰ πράττῃ· ὅταν δʼ ἄκων, οὔτʼ ἀδικεῖ οὔτε δικαιοπραγεῖ ἀλλʼ ἢ κατὰ συμβεβηκός· οἷς γὰρ συμβέβηκε δικαίοις εἶναι ἢ ἀδίκοις, πράττουσιν. ἀδίκημα δὲ καὶ <milestone unit="line" resp="Bekker" n="20"/>δικαιοπράγημα ὥρισται τῷ ἑκουσίῳ καὶ ἀκουσίῳ· ὅταν γὰρ ἑκούσιον ᾖ, ψέγεται, ἅμα δὲ καὶ ἀδίκημα τότʼ ἐστίν· ὥστʼ ἔσται τι ἄδικον μὲν ἀδίκημα δʼ οὔπω, ἂν μὴ τὸ ἑκούσιον προσῇ. λέγω δʼ ἑκούσιον μέν, ὥσπερ καὶ πρότερον εἴρηται, ὃ ἄν τις τῶν ἐφʼ αὑτῷ ὄντων εἰδὼς καὶ μὴ ἀγνοῶν πράττῃ <milestone unit="line" resp="Bekker" n="25"/>μήτε ὃν μήτε ᾧ μήτε οὗ <add>ἕνεκα</add>, οἷον τίνα τύπτει καὶ τίνι καὶ τίνος ἕνεκα, κἀκείνων ἕκαστον μὴ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ (ὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα αὐτοῦ τύπτοι ἕτερον, οὐχ ἑκών· οὐ γὰρ ἐπʼ αὐτῷ)· ἐνδέχεται δὲ τὸν τυπτόμενον πατέρα εἶναι, τὸν δʼ ὅτι μὲν ἄνθρωπος ἢ τῶν παρόντων τις <milestone unit="line" resp="Bekker" n="30"/>γινώσκειν, ὅτι δὲ πατὴρ ἀγνοεῖν· ὁμοίως δὲ τὸ τοιοῦτον διωρίσθω καὶ ἐπὶ τοῦ οὗ ἕνεκα, καὶ περὶ τὴν πρᾶξιν ὅλην. τὸ δὴ ἀγνοούμενον, ἢ μὴ ἀγνοούμενον μὲν μὴ ἐπʼ αὐτῷ δʼ ὄν, ἢ βίᾳ, ἀκούσιον. πολλὰ γὰρ καὶ τῶν φύσει ὑπαρχόντων <milestone unit="page" resp="Bekker" n="1135b"/><milestone unit="line" resp="Bekker" n="1"/>εἰδότες καὶ πράττομεν καὶ πάσχομεν, ὧν οὐθὲν οὔθʼ ἑκούσιον οὔτʼ ἀκούσιόν ἐστιν, οἷον τὸ γηρᾶν ἢ ἀποθνήσκειν. ἔστι δʼ ὁμοίως ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων καὶ τὸ κατὰ συμβεβηκός· καὶ γὰρ ἂν τὴν παρακαταθήκην ἀποδοίη τις ἄκων καὶ διὰ <milestone unit="line" resp="Bekker" n="5"/>φόβον, ὃν οὔτε δίκαια πράττειν οὔτε δικαιοπραγεῖν φατέον ἀλλʼ ἢ κατὰ συμβεβηκός. ὁμοίως δὲ καὶ τὸν ἀναγκαζόμενον καὶ ἄκοντα τὴν παρακαταθήκην μὴ ἀποδιδόντα κατὰ συμβεβηκὸς φατέον ἀδικεῖν καὶ τὰ ἄδικα πράττειν. τῶν δὲ ἑκουσίων τὰ μὲν προελόμενοι πράττομεν τὰ δʼ οὐ προελόμενοι, <milestone unit="line" resp="Bekker" n="10"/>προελόμενοι μὲν ὅσα προβουλευσάμενοι, ἀπροαίρετα δὲ ὅσʼ ἀπροβούλευτα. τριῶν δὴ οὐσῶν βλαβῶν τῶν ἐν ταῖς κοινωνίαις, τὰ μὲν μετʼ ἀγνοίας ἁμαρτήματά ἐστιν, ὅταν μήτε ὃν μήτε ὃ μήτε ᾧ μήτε οὗ ἕνεκα ὑπέλαβε πράξῃ· ἢ γὰρ οὐ βάλλειν ἢ οὐ τούτῳ ἢ οὐ τοῦτον ἢ οὐ τούτου ἕνεκα ᾠήθη, <milestone unit="line" resp="Bekker" n="15"/>ἀλλὰ συνέβη οὐχ οὗ ἕνεκα ᾠήθη, οἷον οὐχ ἵνα τρώσῃ ἀλλʼ ἵνα κεντήσῃ, ἢ οὐχ ὅν, ἢ οὐχ ᾧ. ὅταν μὲν οὖν παραλόγως ἡ βλάβη γένηται, ἀτύχημα· ὅταν δὲ μὴ παραλόγως, ἄνευ δὲ κακίας, ἁμάρτημα (ἁμαρτάνει μὲν γὰρ ὅταν ἡ ἀρχὴ ἐν αὐτῷ ᾖ τῆς αἰτίας, ἀτυχεῖ δʼ ὅταν ἔξωθεν)· ὅταν δὲ <milestone unit="line" resp="Bekker" n="20"/>εἰδὼς μὲν μὴ προβουλεύσας δέ, ἀδίκημα, οἷον ὅσα τε διὰ θυμὸν καὶ ἄλλα πάθη, ὅσα ἀναγκαῖα ἢ φυσικὰ συμβαίνει τοῖς ἀνθρώποις· ταῦτα γὰρ βλάπτοντες καὶ ἁμαρτάνοντες ἀδικοῦσι μέν, καὶ ἀδικήματά ἐστιν, οὐ μέντοι πω ἄδικοι διὰ ταῦτα οὐδὲ πονηροί· οὐ γὰρ διὰ μοχθηρίαν ἡ βλάβη· <milestone unit="line" resp="Bekker" n="25"/>ὅταν δʼ ἐκ προαιρέσεως, ἄδικος καὶ μοχθηρός. διὸ καλῶς τὰ ἐκ θυμοῦ οὐκ ἐκ προνοίας κρίνεται· οὐ γὰρ ἄρχει ὁ θυμῷ ποιῶν, ἀλλʼ ὁ ὀργίσας. ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μὴ ἀμφισβητεῖται, ἀλλὰ περὶ τοῦ δικαίου· ἐπὶ φαινομένῃ γὰρ ἀδικίᾳ ἡ ὀργή ἐστιν. οὐ γὰρ ὥσπερ ἐν τοῖς συναλλάγμασι <milestone unit="line" resp="Bekker" n="30"/>περὶ τοῦ γενέσθαι ἀμφισβητοῦσιν, ὧν ἀνάγκη τὸν ἕτερον εἶναι μοχθηρόν, ἂν μὴ διὰ λήθην αὐτὸ δρῶσιν· ἀλλʼ ὁμολογοῦντες περὶ τοῦ πράγματος, περὶ δὲ τοῦ ποτέρως δίκαιον ἀμφισβητοῦσιν (ὁ δʼ ἐπιβουλεύσας οὐκ ἀγνοεῖ), ὥστε ὃ μὲν οἴεται ἀδικεῖσθαι, ὃ δʼ οὔ. <milestone unit="page" resp="Bekker" n="1136a"/><milestone unit="line" resp="Bekker" n="1"/>ἐὰν δʼ ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ· καὶ κατὰ ταῦτʼ ἤδη τὰ ἀδικήματα ὁ ἀδικῶν ἄδικος, ὅταν παρὰ τὸ ἀνάλογον ᾖ ἢ παρὰ τὸ ἴσον. ὁμοίως δὲ καὶ δίκαιος, ὅταν προελόμενος δικαιοπραγῇ· δικαιοπραγεῖ δέ, ἂν μόνον ἑκὼν <milestone unit="line" resp="Bekker" n="5"/>πράττῃ. τῶν δʼ ἀκουσίων τὰ μέν ἐστι συγγνωμονικὰ τὰ δʼ οὐ συγγνωμονικά. ὅσα μὲν γὰρ μὴ μόνον ἀγνοοῦντες ἀλλὰ καὶ διʼ ἄγνοιαν ἁμαρτάνουσι, συγγνωμονικά, ὅσα δὲ μὴ διʼ ἄγνοιαν, ἀλλʼ ἀγνοοῦντες μὲν διὰ πάθος δὲ μήτε φυσικὸν μήτʼ ἀνθρώπινον, οὐ συγγνωμονικά. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:5" n="9"><p rend="align(indent)"><milestone unit="line" resp="Bekker" n="10"/>ἀπορήσειε δʼ ἄν τις, εἰ ἱκανῶς διώρισται περὶ τοῦ ἀδικεῖσθαι καὶ ἀδικεῖν, πρῶτον μὲν εἰ ἔστιν ὥσπερ Εὐριπίδης εἴρηκε, λέγων ἀτόπως <quote rend="align(blockquote)"><lg type="trimeter"><l>μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.</l><l>ἑκὼν ἑκοῦσαν, ἢ <add>οὐχ</add> ἑκοῦσαν οὐχ ἑκών;</l></lg></quote><milestone unit="line" resp="Bekker" n="15"/>πότερον γὰρ ὡς ἀληθῶς ἔστιν ἑκόντα ἀδικεῖσθαι, ἢ οὒ ἀλλʼ ἀκούσιον ἅπαν, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον; καὶ ἆρα πᾶν οὕτως ἢ ἐκείνως, <del>ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον,</del> ἢ τὸ μὲν ἑκούσιον τὸ δʼ ἀκούσιον; ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· τὸ γὰρ δικαιοπραγεῖν πᾶν ἑκούσιον· ὥστʼ εὔλογον <milestone unit="line" resp="Bekker" n="20"/>ἀντικεῖσθαι ὁμοίως καθʼ ἑκάτερον, τό τʼ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι ἢ ἑκούσιον ἢ ἀκούσιον εἶναι. ἄτοπον δʼ ἂν δόξειε καὶ ἐπὶ τοῦ δικαιοῦσθαι, εἰ πᾶν ἑκούσιον· ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. ἔπειτα καὶ τόδε διαπορήσειεν ἄν τις, πότερον ὁ τὸ ἄδικον πεπονθὼς ἀδικεῖται πᾶς, ἢ ὥσπερ καὶ ἐπὶ τοῦ πράττειν, <milestone unit="line" resp="Bekker" n="25"/>καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν· κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται ἐπʼ ἀμφοτέρων μεταλαμβάνειν τῶν δικαίων· ὁμοίως δὲ δῆλον ὅτι καὶ ἐπὶ τῶν ἀδίκων· οὐ γὰρ ταὐτὸν τὸ τἄδικα πράττειν τῷ ἀδικεῖν οὐδὲ τὸ ἄδικα πάσχειν τῷ ἀδικεῖσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν καὶ δικαιοῦσθαι· ἀδύνατον <milestone unit="line" resp="Bekker" n="30"/>γὰρ ἀδικεῖσθαι μὴ ἀδικοῦντος ἢ δικαιοῦσθαι μὴ δικαιοπραγοῦντος. εἰ δʼ ἐστὶν ἁπλῶς τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δʼ ἑκόντα εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὥς, ὁ δʼ ἀκρατὴς ἑκὼν βλάπτει αὐτὸς αὑτόν, ἑκών τʼ ἂν ἀδικοῖτο κἂν ἐνδέχοιτο αὐτὸς αὑτὸν ἀδικεῖν. ἔστι δὲ καὶ τοῦτο ἓν τῶν ἀπορουμένων, <milestone unit="page" resp="Bekker" n="1136b"/><milestone unit="line" resp="Bekker" n="1"/>εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν. ἔτι ἑκὼν ἄν τις διʼ ἀκρασίαν ὑπʼ ἄλλου βλάπτοιτο ἑκόντος, ὥστʼ εἴη ἂν ἑκόντʼ ἀδικεῖσθαι. ἢ οὐκ ὀρθὸς ὁ διορισμός, ἀλλὰ προσθετέον τῷ βλάπτειν εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὣς τὸ παρὰ τὴν ἐκείνου <milestone unit="line" resp="Bekker" n="5"/>βούλησιν; βλάπτεται μὲν οὖν τις ἑκὼν καὶ τἄδικα πάσχει, ἀδικεῖται δʼ οὐδεὶς ἑκών· οὐδεὶς γὰρ βούλεται, οὐδʼ ὁ ἀκρατής, ἀλλὰ παρὰ τὴν βούλησιν πράττει· οὔτε γὰρ βούλεται οὐδεὶς ὃ μὴ οἴεται εἶναι σπουδαῖον, ὅ τε ἀκρατὴς οὐχ ἃ οἴεται δεῖν πράττειν πράττει. ὁ δὲ τὰ αὑτοῦ διδούς, ὥσπερ Ὅμηρός φησι <milestone unit="line" resp="Bekker" n="10"/>δοῦναι τὸν Γλαῦκον τῷ Διομήδει <quote><lg type="hexameter"><l>χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων,</l></lg></quote> <note resp="Perseus"><bibl xml:lang="eng" n="Hom. Il. 6.236">Hom. Il. 6.236</bibl></note> οὐκ ἀδικεῖται· ἐπʼ αὐτῷ γάρ ἐστι τὸ διδόναι, τὸ δʼ ἀδικεῖσθαι οὐκ ἐπʼ αὐτῷ, ἀλλὰ τὸν ἀδικοῦντα δεῖ ὑπάρχειν. περὶ μὲν οὖν τοῦ ἀδικεῖσθαι, ὅτι οὐχ ἑκούσιον, δῆλον.</p><p rend="align(indent)"><milestone unit="line" resp="Bekker" n="15"/>ἔτι δʼ ὧν προειλόμεθα δύʼ ἔστιν εἰπεῖν, πότερόν ποτʼ ἀδικεῖ ὁ νείμας παρὰ τὴν ἀξίαν τὸ πλέον ἢ ὁ ἔχων, καὶ εἰ ἔστιν αὐτὸν αὑτὸν ἀδικεῖν. εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθὲν καὶ ὁ διανέμων ἀδικεῖ ἀλλʼ οὐχ ὁ ἔχων τὸ πλέον, εἴ τις πλέον αὑτοῦ ἑτέρῳ νέμει εἰδὼς καὶ ἑκών, οὗτος αὐτὸς <milestone unit="line" resp="Bekker" n="20"/>αὑτὸν ἀδικεῖ· ὅπερ δοκοῦσιν οἱ μέτριοι ποιεῖν· ὁ γὰρ ἐπιεικὴς ἐλαττωτικός ἐστιν. ἢ οὐδὲ τοῦτο ἁπλοῦν; ἑτέρου γὰρ ἀγαθοῦ, εἰ ἔτυχεν, πλεονεκτεῖ, οἷον δόξης ἢ τοῦ ἁπλῶς καλοῦ. ἔτι λύεται κατὰ τὸν διορισμὸν τοῦ ἀδικεῖν· οὐδὲν γὰρ παρὰ τὴν αὑτοῦ πάσχει βούλησιν, ὥστε οὐκ ἀδικεῖται διά γε τοῦτο, <milestone unit="line" resp="Bekker" n="25"/>ἀλλʼ εἴπερ, βλάπτεται μόνον. φανερὸν δὲ ὅτι καὶ ὁ διανέμων ἀδικεῖ, ἀλλʼ οὐχ ὁ τὸ πλέον ἔχων ἀεί· οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει ἀδικεῖ, ἀλλʼ ᾧ τὸ ἑκόντα τοῦτο ποιεῖν· τοῦτο δʼ ὅθεν ἡ ἀρχὴ τῆς πράξεως, ἥ ἐστιν ἐν τῷ διανέμοντι ἀλλʼ οὐκ ἐν τῷ λαμβάνοντι. ἔτι ἐπεὶ πολλαχῶς τὸ ποιεῖν <milestone unit="line" resp="Bekker" n="30"/>λέγεται, καὶ ἔστιν ὡς τὰ ἄψυχα κτείνει καὶ ἡ χεὶρ καὶ ὁ οἰκέτης ἐπιτάξαντος, οὐκ ἀδικεῖ μέν, ποιεῖ δὲ τὰ ἄδικα. ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸ νομικὸν δίκαιον οὐδʼ ἄδικος ἡ κρίσις ἐστίν, ἔστι δʼ ὡς ἄδικος· ἕτερον γὰρ τὸ νομικὸν δίκαιον καὶ τὸ πρῶτον· εἰ δὲ γινώσκων ἔκρινεν ἀδίκως, <milestone unit="page" resp="Bekker" n="1137a"/><milestone unit="line" resp="Bekker" n="1"/>πλεονεκτεῖ καὶ αὐτὸς ἢ χάριτος ἢ τιμωρίας. ὥσπερ οὖν κἂν εἴ τις μερίσαιτο τοῦ ἀδικήματος, καὶ ὁ διὰ ταῦτα κρίνας ἀδίκως πλέον ἔχει· καὶ γὰρ ἐπʼ ἐκείνῳ τὸν ἀγρὸν κρίνας οὐκ ἀγρὸν ἀλλʼ ἀργύριον ἔλαβεν. οἱ δʼ <milestone unit="line" resp="Bekker" n="5"/>ἄνθρωποι ἐφʼ ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν· διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον. τὸ δʼ οὐκ ἔστιν· συγγενέσθαι μὲν γὰρ τῇ τοῦ γείτονος καὶ πατάξαι τὸν πλησίον καὶ δοῦναι τῇ χειρὶ τὸ ἀργύριον ῥᾴδιον καὶ ἐπʼ αὐτοῖς, ἀλλὰ τὸ ὡδὶ ἔχοντας ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτʼ ἐπʼ αὐτοῖς. ὁμοίως δὲ καὶ τὸ <milestone unit="line" resp="Bekker" n="10"/>γνῶναι τὰ δίκαια καὶ τὰ ἄδικα οὐδὲν οἴονται σοφὸν εἶναι, ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν οὐ χαλεπὸν συνιέναι (ἀλλʼ οὐ ταῦτʼ ἐστὶ τὰ δίκαια ἀλλʼ ἢ κατὰ συμβεβηκός)· ἀλλὰ πῶς πραττόμενα καὶ πῶς νεμόμενα δίκαια, τοῦτο δὴ πλέον ἔργον ἢ τὰ ὑγιεινὰ εἰδέναι· ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ <milestone unit="line" resp="Bekker" n="15"/>ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ νεῖμαι πρὸς ὑγίειαν καὶ τίνι καὶ πότε, τοσοῦτον ἔργον ὅσον ἰατρὸν εἶναι. διʼ αὐτὸ δὲ τοῦτο καὶ τοῦ δικαίου οἴονται εἶναι οὐδὲν ἧττον τὸ ἀδικεῖν, ὅτι οὐχ ἧττον ὁ δίκαιος ἀλλὰ καὶ μᾶλλον δύναιτʼ ἂν ἕκαστον πρᾶξαι τούτων· καὶ γὰρ <milestone unit="line" resp="Bekker" n="20"/>συγγενέσθαι γυναικὶ καὶ πατάξαι· καὶ ὁ ἀνδρεῖος τὴν ἀσπίδα ἀφεῖναι καὶ στραφεὶς ἐφʼ ὁποτεραοῦν τρέχειν. ἀλλὰ τὸ δειλαίνειν καὶ ἀδικεῖν οὐ τὸ ταῦτα ποιεῖν ἐστί, πλὴν κατὰ συμβεβηκός, ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν οὐ τὸ τέμνειν ἢ μὴ <milestone unit="line" resp="Bekker" n="25"/>τέμνειν ἢ φαρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡδί. ἔστι δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς ἀγαθῶν, ἔχουσι δʼ ὑπερβολὴν ἐν τούτοις καὶ ἔλλειψιν· τοῖς μὲν γὰρ οὐκ ἔστιν ὑπερβολὴ αὐτῶν, οἷον ἴσως τοῖς θεοῖς, τοῖς δʼ οὐδὲν μόριον ὠφέλιμον, τοῖς ἀνιάτως κακοῖς, ἀλλὰ πάντα <milestone unit="line" resp="Bekker" n="30"/>βλάπτει, τοῖς δὲ μέχρι τοῦ· διὰ τοῦτʼ ἀνθρώπινόν ἐστιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:5" n="10"><p rend="align(indent)">περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς, πῶς ἔχει ἡ μὲν ἐπιείκεια πρὸς δικαιοσύνην τὸ δʼ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἐχόμενόν ἐστιν εἰπεῖν. οὔτε γὰρ ὡς ταὐτὸν ἁπλῶς οὔθʼ ὡς ἕτερον τῷ γένει φαίνεται σκοπουμένοις· καὶ ὁτὲ μὲν τὸ ἐπιεικὲς <milestone unit="line" resp="Bekker" n="35"/>ἐπαινοῦμεν καὶ ἄνδρα τὸν τοιοῦτον, ὥστε καὶ ἐπὶ τὰ ἄλλα <milestone unit="page" resp="Bekker" n="1137b"/> <milestone unit="line" resp="Bekker" n="1"/>ἐπαινοῦντες μεταφέρομεν ἀντὶ τοῦ ἀγαθοῦ, τὸ ἐπιεικέστερον ὅτι βέλτιον δηλοῦντες· ὁτὲ δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον εἰ τὸ ἐπιεικὲς παρὰ τὸ δίκαιόν τι ὂν ἐπαινετόν ἐστιν· ἢ γὰρ τὸ δίκαιον οὐ σπουδαῖον, ἢ τὸ ἐπιεικὲς οὐ <milestone unit="line" resp="Bekker" n="5"/>δίκαιον, εἰ ἄλλο· ἢ εἰ ἄμφω σπουδαῖα, ταὐτόν ἐστιν. ἡ μὲν οὖν ἀπορία σχεδὸν συμβαίνει διὰ ταῦτα περὶ τὸ ἐπιεικές, ἔχει δʼ ἅπαντα τρόπον τινὰ ὀρθῶς καὶ οὐδὲν ὑπεναντίον ἑαυτοῖς· τό τε γὰρ ἐπιεικὲς δικαίου τινὸς ὂν βέλτιόν ἐστι δίκαιον, καὶ οὐχ ὡς ἄλλο τι γένος ὂν βέλτιόν ἐστι τοῦ δικαίου. <milestone unit="line" resp="Bekker" n="10"/>ταὐτὸν ἄρα δίκαιον καὶ ἐπιεικές, καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν κρεῖττον τὸ ἐπιεικές. ποιεῖ δὲ τὴν ἀπορίαν ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ τὸ κατὰ νόμον δέ, ἀλλʼ ἐπανόρθωμα νομίμου δικαίου. αἴτιον δʼ ὅτι ὁ μὲν νόμος καθόλου πᾶς, περὶ ἐνίων δʼ οὐχ οἷόν τε ὀρθῶς εἰπεῖν καθόλου. ἐν οἷς οὖν <milestone unit="line" resp="Bekker" n="15"/>ἀνάγκη μὲν εἰπεῖν καθόλου, μὴ οἷόν τε δὲ ὀρθῶς, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει ὁ νόμος, οὐκ ἀγνοῶν τὸ ἁμαρτανόμενον. καὶ ἔστιν οὐδὲν ἧττον ὀρθός· τὸ γὰρ ἁμάρτημα οὐκ ἐν τῷ νόμῳ οὐδʼ ἐν τῷ νομοθέτῃ ἀλλʼ ἐν τῇ φύσει τοῦ πράγματός ἐστιν· εὐθὺς γὰρ τοιαύτη ἡ τῶν πρακτῶν ὕλη ἐστίν. <milestone unit="line" resp="Bekker" n="20"/>ὅταν οὖν λέγῃ μὲν ὁ νόμος καθόλου, συμβῇ δʼ ἐπὶ τούτου παρὰ τὸ καθόλου, τότε ὀρθῶς ἔχει, ᾗ παραλείπει ὁ νομοθέτης καὶ ἥμαρτεν ἁπλῶς εἰπών, ἐπανορθοῦν τὸ ἐλλειφθέν, ὃ κἂν ὁ νομοθέτης αὐτὸς ἂν εἶπεν ἐκεῖ παρών, καὶ εἰ ᾔδει, ἐνομοθέτησεν. διὸ δίκαιον μέν ἐστι, καὶ βέλτιόν τινος δικαίου, <milestone unit="line" resp="Bekker" n="25"/>οὐ τοῦ ἁπλῶς δὲ ἀλλὰ τοῦ διὰ τὸ ἁπλῶς ἁμαρτήματος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς, ἐπανόρθωμα νόμου, ᾗ ἐλλείπει διὰ τὸ καθόλου. τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι, ὅτι περὶ ἐνίων ἀδύνατον θέσθαι νόμον, ὥστε ψηφίσματος δεῖ. τοῦ γὰρ ἀορίστου ἀόριστος καὶ <milestone unit="line" resp="Bekker" n="30"/>ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομίας ὁ μολίβδινος κανών· πρὸς γὰρ τὸ σχῆμα τοῦ λίθου μετακινεῖται καὶ οὐ μένει ὁ κανών, καὶ τὸ ψήφισμα πρὸς τὰ πράγματα. τί μὲν οὖν ἐστὶ τὸ ἐπιεικές, καὶ ὅτι δίκαιον καὶ τινὸς βέλτιον δικαίου, δῆλον. φανερὸν δʼ ἐκ τούτου καὶ ὁ ἐπιεικὴς τίς <milestone unit="line" resp="Bekker" n="35"/>ἐστιν· ὁ γὰρ τῶν τοιούτων προαιρετικὸς καὶ πρακτικός, καὶ <milestone unit="page" resp="Bekker" n="1138a"/><milestone unit="line" resp="Bekker" n="1"/>ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον ἀλλʼ ἐλαττωτικός, καίπερ ἔχων τὸν νόμον βοηθόν, ἐπιεικής ἐστι, καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα καὶ οὐχ ἑτέρα τις ἕξις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:5" n="11"><p rend="align(indent)">πότερον δʼ ἐνδέχεται ἑαυτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκ <milestone unit="line" resp="Bekker" n="5"/>τῶν εἰρημένων. τὰ μὲν γάρ ἐστι τῶν δικαίων τὰ κατὰ πᾶσαν ἀρετὴν ὑπὸ τοῦ νόμου τεταγμένα, οἷον οὐ κελεύει ἀποκτιννύναι ἑαυτὸν ὁ νόμος, ἃ δὲ μὴ κελεύει, ἀπαγορεύει. ἔτι ὅταν παρὰ τὸν νόμον βλάπτῃ μὴ ἀντιβλάπτων ἑκών, ἀδικεῖ, ἑκὼν δὲ ὁ εἰδὼς καὶ ὃν καὶ ᾧ· ὁ δὲ διʼ ὀργὴν ἑαυτὸν <milestone unit="line" resp="Bekker" n="10"/>σφάττων ἑκὼν τοῦτο δρᾷ παρὰ τὸν ὀρθὸν λόγον, ὃ οὐκ ἐᾷ ὁ νόμος· ἀδικεῖ ἄρα. ἀλλὰ τίνα; ἢ τὴν πόλιν, αὑτὸν δʼ οὔ; ἑκὼν γὰρ πάσχει, ἀδικεῖται δʼ οὐδεὶς ἑκών. διὸ καὶ ἡ πόλις ζημιοῖ, καί τις ἀτιμία πρόσεστι τῷ ἑαυτὸν διαφθείραντι ὡς τὴν πόλιν ἀδικοῦντι. ἔτι καθʼ ὃ ἄδικος μόνον ὁ ἀδικῶν <milestone unit="line" resp="Bekker" n="15"/>καὶ μὴ ὅλως φαῦλος, οὐκ ἔστιν ἀδικῆσαι ἑαυτόν (τοῦτο γὰρ ἄλλος ἐκείνου· ἔστι γάρ πως ὁ ἄδικος οὕτω πονηρὸς ὥσπερ ὁ δειλός, οὐχ ὡς ὅλην ἔχων τὴν πονηρίαν, ὥστʼ οὐδὲ κατὰ ταύτην ἀδικεῖ)· ἅμα γὰρ ἂν τῷ αὐτῷ εἴη ἀφῃρῆσθαι καὶ προσκεῖσθαι τὸ αὐτό· τοῦτο δὲ ἀδύνατον, ἀλλʼ ἀεὶ ἐν πλείοσιν <milestone unit="line" resp="Bekker" n="20"/>ἀνάγκη εἶναι τὸ δίκαιον καὶ τὸ ἄδικον. ἔτι δὲ ἑκούσιόν τε καὶ ἐκ προαιρέσεως καὶ πρότερον· ὁ γὰρ διότι ἔπαθε καὶ τὸ αὐτὸ ἀντιποιῶν οὐ δοκεῖ ἀδικεῖν· αὐτὸς δʼ αὑτόν, ταὐτὰ ἅμα καὶ πάσχει καὶ ποιεῖ. ἔτι εἴη ἂν ἑκόντα ἀδικεῖσθαι. πρὸς δὲ τούτοις, ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων <milestone unit="line" resp="Bekker" n="25"/>οὐδεὶς ἀδικεῖ, μοιχεύει δʼ οὐδεὶς τὴν ἑαυτοῦ οὐδὲ τοιχωρυχεῖ τὸν ἑαυτοῦ τοῖχον οὐδὲ κλέπτει τὰ αὑτοῦ. ὅλως δὲ λύεται τὸ αὑτὸν ἀδικεῖν καὶ κατὰ τὸν διορισμὸν τὸν περὶ τοῦ ἑκουσίως ἀδικεῖσθαι. φανερὸν δὲ καὶ ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν (τὸ μὲν γὰρ ἔλαττον τὸ <milestone unit="line" resp="Bekker" n="30"/>δὲ πλέον ἔχειν ἐστὶ τοῦ μέσου καὶ ὥσπερ ὑγιεινὸν μὲν ἐν ἰατρικῇ, εὐεκτικὸν δὲ ἐν γυμναστικῇ)· ἀλλʼ ὅμως χεῖρον τὸ ἀδικεῖν· τὸ μὲν γὰρ ἀδικεῖν μετὰ κακίας καὶ ψεκτόν, καὶ κακίας ἢ τῆς τελείας καὶ ἁπλῶς ἢ ἐγγύς (οὐ γὰρ ἅπαν τὸ ἑκούσιον μετὰ ἀδικίας), τὸ δʼ ἀδικεῖσθαι ἄνευ κακίας καὶ <milestone unit="line" resp="Bekker" n="35"/>ἀδικίας. καθʼ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον φαῦλον, <milestone unit="page" resp="Bekker" n="1138b"/><milestone unit="line" resp="Bekker" n="1"/>κατὰ συμβεβηκὸς δʼ οὐδὲν κωλύει μεῖζον εἶναι κακόν. ἀλλʼ οὐδὲν μέλει τῇ τέχνῃ, ἀλλὰ πλευρῖτιν λέγει μείζω νόσον προσπταίσματος· καίτοι γένοιτʼ ἄν ποτε θάτερον κατὰ συμβεβηκός, εἰ προσπταίσαντα διὰ τὸ πεσεῖν συμβαίη <milestone unit="line" resp="Bekker" n="5"/>ὑπὸ τῶν πολεμίων ληφθῆναι ἢ ἀποθανεῖν. κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητα ἔστιν οὐκ αὐτῷ πρὸς αὑτὸν δίκαιον ἀλλὰ τῶν αὐτοῦ τισίν, οὐ πᾶν δὲ δίκαιον ἀλλὰ τὸ δεσποτικὸν ἢ τὸ οἰκονομικόν. ἐν τούτοις γὰρ τοῖς λόγοις διέστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον· εἰς <milestone unit="line" resp="Bekker" n="10"/>ἃ δὴ βλέπουσι καὶ δοκεῖ εἶναι ἀδικία πρὸς αὑτόν, ὅτι ἐν τούτοις ἔστι πάσχειν τι παρὰ τὰς ἑαυτῶν ὀρέξεις· ὥσπερ οὖν ἄρχοντι καὶ ἀρχομένῳ εἶναι πρὸς ἄλληλα δίκαιόν τι καὶ τούτοις. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων, τῶν ἠθικῶν ἀρετῶν, διωρίσθω τὸν τρόπον τοῦτον.</p></div></div><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="6"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:6" n="1"><p rend="align(indent)"><milestone unit="page" resp="Bekker" n="1138b"/><milestone unit="line" resp="Bekker" n="18"/>ἐπεὶ δὲ τυγχάνομεν πρότερον εἰρηκότες ὅτι δεῖ τὸ μέσον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν μηδὲ τὴν ἔλλειψιν, τὸ <milestone unit="line" resp="Bekker" n="20"/>δὲ μέσον ἐστὶν ὡς ὁ λόγος ὁ ὀρθὸς λέγει, τοῦτο διέλωμεν. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων, ἔστι τις σκοπὸς πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων ἐπιτείνει καὶ ἀνίησιν, καί τις ἔστιν ὅρος τῶν μεσοτήτων, ἃς μεταξύ φαμεν εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως, <milestone unit="line" resp="Bekker" n="25"/>οὔσας κατὰ τὸν ὀρθὸν λόγον. ἔστι δὲ τὸ μὲν εἰπεῖν οὕτως ἀληθὲς μέν, οὐθὲν δὲ σαφές· καὶ γὰρ ἐν ταῖς ἄλλαις ἐπιμελείαις, περὶ ὅσας ἐστὶν ἐπιστήμη, τοῦτʼ ἀληθὲς μὲν εἰπεῖν, ὅτι οὔτε πλείω οὔτε ἐλάττω δεῖ πονεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος· τοῦτο δὲ μόνον ἔχων ἄν <milestone unit="line" resp="Bekker" n="30"/>τις οὐδὲν ἂν εἰδείη πλέον, οἷον ποῖα δεῖ προσφέρεσθαι πρὸς τὸ σῶμα, εἴ τις εἴπειεν ὅτι ὅσα ἡ ἰατρικὴ κελεύει καὶ ὡς ὁ ταύτην ἔχων. διὸ δεῖ καὶ περὶ τὰς τῆς ψυχῆς ἕξεις μὴ μόνον ἀληθῶς εἶναι τοῦτʼ εἰρημένον, ἀλλὰ καὶ διωρισμένον τίς ἐστιν ὁ ὀρθὸς λόγος καὶ τούτου τίς ὅρος. </p></div></div></div></body></text></TEI>