<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="5"><p>5 Τὸ μὲν οὖν ἔχον τοιαύτην ὕλην κοῦφον καὶ ἀεὶ ἄνω, τὸ δὲ τὴν ἐναντίαν
                            βαρύ καὶ ἀεὶ κάτω· τὰ δʼ ἑτέρας μὲν τούτων, ἐχούσας δʼ οὕτω πρὸς ἀλλήλας
                            ὡς αὗται, ἁπλῶς καὶ ἄνω καὶ κάτω φερόμενα· διὸ ἀὴρ καὶ ὕδωρ ἔχουσι <lb n="25"/> καὶ κουφότητα καὶ βάρος ἑκάτερον, καὶ ὕδωρ μὲν πλὴν γῆς
                            πᾶσιν ὑφίσταται, ἀὴρ δὲ πλὴν πυρὸς πᾶσιν ἐπιπολάζει. ἐπεὶ δʼ ἐστὶν ἓν
                            μόνον ὃ πᾶσιν ἐπιπολάζει καὶ ἓν ὃ πᾶσιν ὑφίσταται, ἀνάγκη δύο ἄλλα εἶναι
                            ἃ καὶ ὑφίσταταί τινι καὶ ἐπιπολάζει τινί. ὥστε ἀνάγκη καὶ τὰς ὕλας εἶναι
                            τοσαύτας <lb n="30"/> ὅσαπερ ταῦτα, τέτταρας, οὕτω δὲ τέτταρας ὡς μίαν
                                <note type="footnote">312a 10. εἴ τι] ἔστι libri. ἐστὶ cod. Ε et
                                tres alii; cum uno codice om. Bekker. 13. αὕτή ἡ] fortasse legendum
                                ἡ τοιαύτη. 23. τὰ] τὸ libri. δʼ ἑτέρας] πέρας Alex. (γρ) (apud
                                Simpl.). 25. φερόμενα] φερομένας libri. Aristot de coelo rec.
                                Prant1.</note>
                            <pb n="98"/> μὲν ἁπάντων τὴν κοινήν, ἄλλως τε καὶ εἰ γίγνονται ἐξ
                            ἀλλήλων, ἀλλά τὸ εἶναι ἕτερον. οὐδὲ γὰρ κωλύει τῶν ἐναντίων <note type="marginal">312 b</note> εἶναι μεταξὺ καὶ ἓν καὶ πλείω, ὥσπερ ἐν
                            χρώμασιν· πολλαχῶς γὰρ λέγεται τὸ μεταξὺ καὶ τὸ μέσον. ἐν μὲν οὖν τῇ
                            αὑτοῦ χώρᾳ τῶν ἐχόντων καὶ βάρος καὶ κουφότητα ἕκαστον ἔχει βάρος (ἡ δὲ
                            γῆ ἐν ἅπασιν ἔχει βάρος), κουφότητα <lb n="5"/> δʼ οὐκ ἔχει, εἰ μὴ ἐν
                            οἷς ἐπιπολάζει. διὸ καὶ ὑποσπωμένων μὲν φέρεται εἰς τὰ ἐφεξῆς κάτω, ἀὴρ
                            μὲν εἰς τὴν τοῦ ὕδατος χώραν, ὕδωρ δὲ εἰς τὴν τῆς γῆς. ἄνω δʼ εἰς τὴν
                            τοῦ πυρός, ἀναιρουμένου τοῦ πυρός, οὐκ οἰσθήσεται ὁ ἀήρ, εἰ μὴ βίᾳ,
                            ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται <lb n="10"/> τὸ ἐπίπεδον ἓν καὶ
                            θᾶττον σπάσῃ τις ἄνω τῆς φορᾶς, ἣν φέρεται τὸ ὕδωρ κάτω. οὐδὲ τὸ ὕδωρ
                            εἰς τὴν τοῦ ἀέρος, ἀλλ᾿ ἢ ὡς νῦν εἴρηται. ἡ γῆ δὲ τοῦτο οὐ πάσχει, ὅτι
                            οὐχ ἓν τὸ ἐπίπεδον. διὸ τὸ μὲν ὕδωρ εἰς τὸ ἀγγεῖον πυρωθὲν σπᾶται, γῆ δʼ
                            οὔ. ὥσπερ δὲ οὐδʼ ἡ γῆ ἄνω, οὐδὲ τὸ πῦρ <lb n="15"/> κάτω εἶσιν
                            ὑφαιρουμένου τοῦ ἀέρος· οὐδὲν γὰρ ἔχει βάρος οὐδʼ ἐν τῇ αὑτοῦ χώρᾳ,
                            ὥσπερ οὐδʼ ἡ γῆ κουφότητα. φέρεται δὲ κάτω τὰ δύο ὑποσπωμένων, ὅτι τὸ
                            μὲν ἁπλῶς βαρὺ εἰς τὴν ὑπὸ πᾶσιν ὑφίσταται, τὸ δὲ πρός τι βαρὺ ὂν εἰς
                            τὴν αὑτοῦ χώραν ἢ οἷς ἐπιπολάζει, διʼ ὁμοιότητα τῆς ὕλης. ὅτι δʼ <lb n="20"/> ἀναγκαῖον ποιεῖν ἴσας τὰς διαφορὰς αὐτοῖς, δῆλον. εἰ μὲν
                            γὰρ μία ὕλη πάντων, οἷον ἢ τὸ κενὸν ἢ τὸ πλῆρες ἢ τὸ μέγεθος ἢ τὰ
                            τρίγωνα, ἢ πάντα ἄνω ἢ πάντα κάτω οἰσθήσεται, ἡ δὲ ἑτέρα φορὰ οὐκέτι
                            ἔσται· ὥστʼ ἢ κοῦφον οὐδὲν ἔσται ἀπλῶς, εἰ πάντα ῥέπει μᾶλλον τῷ ἐκ
                            μειζόνων εἶναι <lb n="25"/> σωμάτων ἢ ἐκ πλειόνων, ἢ ὅτι πλήρη. τοῦτο δὲ
                            ὁρῶμέν τε, καὶ δέδεικται ὅτι ὁμοίως κάτω τε ἀεὶ καὶ πανταχοῦ φέρεται καὶ
                            ἄνω. ἐὰν δὲ τὸ κενὸν ἤ τι τοιοῦτον ὃ ἀεὶ ἄνω, οὐκ ἔσται τὸ ἀεὶ κάτω. καὶ
                            τῶν μεταξὺ δὴ ἔνια ἔσται κάτω θᾶττον γῆς· ἐν γὰρ τῷ πολλῷ ἀέρι τρίγωνα
                            πλείω ἢ τὰ <note type="footnote">312b 6. τὰ) τὸ al. 9 εἰ μὴ] ἀλλʼ ἢ al.
                                17—18. εἰς τὴν ὑπὸ] ἐστιν ὃ libri.</note>
                            <pb n="99"/> στερεὰ ἢ τὰ μικρὰ ἔσται. οὐ φαίνεται δʼ οὐδὲ ἓν μόριον
                            ἀέρος <lb n="30"/> κάτω φερόμενον. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κούφου, ἐὰν
                            ἐκεῖνο ποιῇ τις ὑπερέχειν τῇ ὕλῃ. ἐὰν δὲ δύο, τὰ μεταξὺ πῶς ἔσται
                            ποιοῦντα ἃ ποιεῖ ἀήρ τε καὶ ὕδωρ; οἷον εἴ τις φαίη εἶναι κενὸν καὶ
                            πλῆρες. τὸ μὲν οὖν πῦρ κενόν, διὸ <note type="marginal">313 a</note>
                            ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω. ἀέρα δὲ πλεῖον πυρὸς ἔχειν, ὕδωρ δὲ
                            γῆς· ἔσται γάρ τι ὕδωρ ὃ πλεῖον ἕξει πῦρ ὀλίγου ἀέρος, καὶ ἀὴρ πολὺς
                            ὀλίγου ὕδατος γῆν πλείω, ὥστε δεήσει ἀέρος τι πλῆθος θᾶττον φέρεσθαι
                            κάτω <lb n="5"/> ὕδατος ὀλίγου. τοῦτο δʼ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε.
                            ἀνάγκη τοίνυν, ὥσπερ καὶ τὸ πῦρ ἄνω, ὅτι τοδὶ ἔχει, οἷον τὸ κενόν, τὰ δʼ
                            ἄλλα οὔ, καὶ τὴν γῆν κάτω, ὅτι τὸ πλῆρες ἔχει, καὶ τὸν ἀέρα εἰς τὸν
                            αὑτοῦ καὶ ἀνώτερον τοῦ ὕδατος, ὅτι τοδί τι ἔχει, καὶ τὸ ὕδωρ κάτω, ὅτι
                            τοιόνδε τι. εἰ δὲ ἦν <lb n="10"/> ἕν τι ἄμφω ἢ δύο, ἄμφω δʼ ὑπάρξει
                            ταῦτα ἑκατέρω, ἔσται τι πλῆθος ἑκατέρου οὗ ὑπερέξει ὕδωρ τε ἀέρος ὀλίγου
                            τῷ ἄνω καὶ ἀὴρ ὕδατος τῷ κάτω, καθάπερ εἴρηται πολλάκις. <lb n="6"/> Τὰ
                            δὲ σχήματα οὐκ αἴτια τοῦ φέρεσθαι ἁπλῶς ἢ κάτω ἢ ἄνω, ἀλλὰ τοῦ θάττον ἢ
                            βραδύτερον. διʼ ἃς δʼ αἰτίας, <lb n="15"/> οὐ χαλεπὸν ἰδεῖν· ἀπορεῖται
                            γὰρ νύν διὰ τί τὰ πλατέα σιδήρια καὶ μόλιβδος ἐπιπλεῖ ἐπὶ τοῦ ὕδατος,
                            ἄλλα δὲ ἐλάττω καὶ ἧττον βαρέα, ἂν ᾖ στρογγύλα ἢ μακρά, οἷον βελόνη,
                            κάτω φέρεται, καὶ ὅτι ἔνια διὰ μικρότητα ἐπιπλεῖ, οἷον τὸ ψῆγμα καὶ ἄλλα
                            γεώδη καὶ κονιορτώδη <lb n="20"/> ἐπὶ τοῦ ἀέρος. περὶ δὴ τούτων ἀπάντων
                            τὸ μὲν νομίζειν αἴτιον εἶναι ὥσπερ Δημόκριτος οὐκ ὀρθῶς ἔχει. ἐκεῖνος
                            γάρ φησι τὰ ἀναφερόμενα θερμὰ ἐκ τοῦ ὕδατος ἀνακωχεύειν τὰ πλατέα τῶν
                            ἐχόντων βάρος, τὰ δὲ στενὰ διαπίπτειν· 313 b ὀλίγα γὰρ εἶναι τὰ
                            ἀντικρούοντα αὐτοῖς. ἔδει δʼ ἐν τῷ ἀέρι ἔτι μᾶλλον τοῦτο ποιεῖν, ὥσπερ
                            ἐνίσταται κἀκεῖνος αὐτός. <note type="footnote">313 a 1. διὸ] διὸ καὶ
                                al. 2. διὸ] διὸ καὶ al. 23. ἀναφερόμενα cod. E et duo alii et
                                Simpl., ἄνω φερομενα cum ceteris Bekker.</note>
                            <pb n="100"/> ἀλλʼ ἐνστὰς λύει μαλακῶς· φησὶ γὰρ οὐκ εἰς ἓν ὁρμᾶν τὸν
                                <lb n="5"/> σοῦν, λέγων σοῦν τὴν κίνησιν τῶν ἄνω φερομένων σωμάτων.
                            ἐπεὶ δʼ ἐστὶ τὰ μὲν εὐδιαίρετα τῶν συνεχῶν τὰ δʼ ἧττον, καὶ διαιρετικὰ
                            δὲ τὸν αὐτὸν τρόπον τὰ μὲν μᾶλλον τὰ δʼ ἧττον, ταύτας εἶναι νομιστέον
                            αἰτίας. εὐδιαίρετον μὲν οὖν τὸ εὐόριστον, καὶ μᾶλλον τὸ μᾶλλον· ἀὴρ δὲ
                            μᾶλλον ὕδατος <lb n="10"/> τοιοῦτον, ὕδωρ δὲ γῆς. καὶ τὸ ἔλαττον δὴ ἐν
                            ἑκάστῳ γένει εὐδιαιρετώτερον καὶ διασπᾶται ῥᾷον. τὰ μὲν οὖν ἔχοντα
                            πλάτος διὰ τὸ πολὺ περιλαμβάνειν ἐπιμένει, διὰ τὸ μὴ διασπᾶσθαι τὸ
                            πλεῖον ῥᾳδίως· τὰ δʼ ἐναντίως ἔχοντα τοῖς σχήμασι διὰ τὸ ὀλίγον
                            περιλαμβάνειν φέρεται κάτω, διὰ <lb n="15"/> τὸ διαιρεῖν ῥᾳδίως. καὶ ἐν
                            ἀέρι πολύ μᾶλλον, ὅσῳ εὐδιαιρετώτερος ὕδατός ἐστιν. ἐπεὶ δὲ τό τε βάρος
                            ἔχει τινὰ ἰσχὺν καθʼ ἣν φέρεται κάτω, καὶ τὰ συνεχῆ πρὸς τὸ μὴ
                            διασπᾶσθαι, ταῦτα δεῖ πρὸς ἄλληλα συμβάλλειν· ἐὰν γὰρ ὑπερβάλλῃ ἡ ἰσχὺς
                            ἡ τοῦ βάρους τῆς ἐν τῷ συνεχεῖ πρὸς <lb n="20"/> τὴν διάσπασιν καὶ
                            διαίρεσιν, βιάσεται κάτω θᾶττον, ἐὰν δὲ ἀσθενεστέρα ᾖ, ἐπιπολάσει. περὶ
                            μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν περὶ αὐτὰ συμβεβηκότων διωρίσθω τοῦτον
                            ἡμῖν τὸν τρόπον.</p></div></div></div></body></text></TEI>