<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="3"><p>3 Ἡμεῖς δὲ λέγωμεν πρῶτον διορίσαντες περὶ οὗ μάλιστα <note type="footnote">24 ἀεί om. al 310a 3. ἁπλῶν] ἀπλῶς Simpl. (γρ). 5.
                                διαφορὰς] διαφορὰν al. 7. τῷ δὲ tres codices, τὸ δὲ cum ceteris
                                Bekker. ποιεῖν] ποιοῦντι duo codices. 16. λέγωμεν ] λέγομεν
                                al.</note>
                            <pb n="93"/> ἀποροῦσί τινες, διὰ τί τὰ μὲν ἄνω φέρεται τὰ δὲ κάτω τῶν
                            σωμάτων ἀεὶ κατὰ φύσιν, τὰ δὲ καὶ ἄνω καὶ κάτω, μετὰ δὲ ταῦτα περὶ
                            βαρέος καὶ κούφου καὶ τῶν συμβαινόντων περὶ αὐτὰ παθημάτων, διὰ τίνʼ
                            αἰτίαν ἕκαστον γένεται. περὶ <lb n="20"/> μὲν οὖν τοῦ φέρεσθαι εἰς τὸν
                            αὑτοῦ τόπον ἕκαστον ὁμοίως ὑποληπτέον ὥσπερ καὶ περὶ τὰς ἄλλας γενέσεις
                            καὶ μεταβολάς. ἐπεὶ γάρ εἰσι τρεῖς αἱ κινήσεις, ἡ μὲν κατὰ μέγεθος, ἡ δὲ
                            κατʼ εἶδος, ἡ δὲ κατὰ τόπον, ἐν ἑκάστῃ τούτων τὴν μεταβολὴν ὁρῶμεν
                            γινομένην ἐκ τῶν ἐναντίων εἰς τὰ <lb n="25"/> ἐναντία καὶ τὰ μεταξὺ καὶ
                            οὐκ εἰς τὸ τυχὸν τῷ τυχόντι μεταβολὴν οὖσαν· ὁμοίως δὲ οὐδὲ κινητικὸν τὸ
                            τυχὸν τοῦ τυχόντος· ἀλλʼ ὥσπερ τὸ ἀλλοιωτὸν καὶ τὸ αὐξητὸν ἕτερον, οὕτω
                            καὶ τὸ ἀλλοιωτικὸν καὶ τὸ αὐξητικόν. τὸν αὐτὸν δὴ τρόπον ὑποληπτέον καὶ
                            τὸ κατὰ τόπον κινητικὸν καὶ κινητὸν <lb n="30"/> οὐ τὸ τυχὸν εἶναι τοῦ
                            τυχόντος. εἰ οὖν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ
                            τὸ κουφιστικόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ κοῦφον, τὸ δʼ εἰς τὸν
                            αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι. καὶ
                            ταύτῃ μᾶλλον ἄν τις ὑπολάβοι ὁ ἔλεγον οἱ ἀρχαῖοι, <note type="marginal">310 b</note> ὅτι τὸ ὅμοιον φέροιτο πρὸς τὸ ὅμοιον. τοῦτο γὰρ οὐ
                            συμβαίνει πάντως· οὐ γὰρ ἐάν τις μεταθῇ τὴν γῆν οὗ νῦν ἡ σελήνη,
                            οἰσθήσεται τῶν μορίων ἕκαστον πρὸς αὐτήν, ἀλλʼ ὅπου περ καὶ νῦν, ὅλως
                            μὲν οὖν τοῖς ὁμοίοις καὶ ἀδιαφόροις <lb n="5"/> ὑπὸ τῆς αὐτῆς κινήσεως
                            ἀνάγκη τοῦτο συμβαίνειν, ὥσθʼ ὅπου πέφυκεν ἕν τι φέρεσθαι μόριον, καὶ τὸ
                            πᾶν. ἐπεὶ δʼ ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, περιέχει δὲ πάντα τὰ
                            κινούμενα ἄνω καὶ κάτω τό τε ἔσχατον καὶ τὸ μέσον, τοῦτο δὲ τρόπον τινὰ
                            γίγνεται τὸ εἶδος τοῦ περιεχομένου, τὸ εἰς τὸν <lb n="10"/> αὑτοῦ τόπον
                            φέρεσθαι πρὸς τὸ ὅμοιόν ἐστι φέρεσθαι· τὰ γὰρ ἑξῆς ὅμοιά ἐστιν ἀλλήλοις,
                            οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί. ἀνάπαλιν δὲ λέγειν τοῖς μὲν μέσοις ἔστι,
                            τοῖς δʼ ἄκροις οὔ, οἷον <note type="footnote">31. εἰς om. duo codd. et Alex. (γρ.)
                            (apud Simpl.).</note> <pb n="94"/> ἀέρα μὲν ὕδατι, ὕδωρ δὲ γῇ· ἀεὶ γὰρ τὸ
                            ἀνώτερον προς τὸ <lb n="15"/> ὑφʼ αὑτὸ, ὡς εἶδος πρὸς ὕλην, οὕτως ἔχει
                            πρὸς ἄλληλα. τὸ δὲ ζητεῖν διὰ τί φέρεται τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω, τὸ
                            αὐτό ἐστι καὶ διὰ τί το ὑγιαστὸν ἂν κινῆται καὶ μεταβάλλῃ ᾗ ὑγιαστόν,
                            εἰς ὑγίειαν ἔρχεται ἀλλʼ οὐκ εἰς λευκότητα. ὁμοίως δὲ καὶ τἆλλα πάντα τὰ
                            ἀλλοιωτά. ἀλλά <lb n="20"/> μὴν καὶ τὸ αὐξητὸν ὅταν μεταβάλλῃ ᾗ αὐξητόν,
                            οὐκ εἰς ὑγίειαν ἔρχεται ἀλλʼ εἰς μεγέθους ὑπεροχήν. ὁμοίως δὲ καὶ τούτων
                            ἕκαστον τὸ μὲν ἐν τῷ ποιῷ τὸ δʼ ἐν τῷ ποσῷ μεταβάλλει, καὶ ἐν τόπῳ τὰ
                            μὲν κοῦφα ἄνω τὰ δὲ βαρέα κάτω, πλὴν ὅτι τὰ μὲν ἐν αὑτοῖς δοκεῖ ἔχειν
                            ἀρχὴν τῆς <lb n="25"/> μεταβολῆς, λέγω δὲ τὸ βαρὺ καὶ τὸ κοῦφον, τὰ δʼ
                            οὔ, ἀλλʼ ἔξωθεν, οἷον τὸ ὑγιαστὸν καὶ αὐξητόν. καίτοι ἐνίοτε καὶ ταῦτα
                            ἐξ οὑτῶν μεταβάλλει, καὶ μικρᾶς γενομένης ἐν τοῖς ἔξω κινήσεως τὸ μὲν
                            εἰς ὑγίειαν ἔρχεται τὸ δʼ εἰς αὔξην· καὶ ἐπεὶ ταὐτὸν τὸ ὑγιαστὸν καὶ τὸ
                            νόσου δεκτικόν, <lb n="30"/> ἐὰν μὲν κινηθῇ ᾗ ὑγιαστόν, εἰς ὑγίειαν
                            φέρεται, ἐάν δʼ ᾗ νοσερόν, εἰς νόσον. μᾶλλον δὲ τὸ βαρὺ καὶ τὸ κοῦφον
                            τούτων ἐν ἑαυτοῖς ἔχειν φαίνεται τὴν ἀρχὴν διὰ τὸ ἐγγύτατα τῆς οὐσίας
                            εἶναι τὴν τούτων ὕλην· σημεῖον δʼ ὅτι ἡ φορὰ ἀπολελυμένων ἐστί, καὶ
                            γενέσει ὑστάτη τῶν κινήσεων, ὥστε πρώτη <note type="marginal">311a</note> ἂν εἴη κατὰ τὴν οὐσίαν αὕτη κίνησις. ὅταν μὲν οὖν
                            γίγνηται ἐξ ὕδατος ἀὴρ καὶ ἐκ βαρέος κοῦφον, ἔρχεται εἰς τὸ ἄνω. ἄμα δʼ
                            ἐστὶ κοῦφον, καὶ οὐκέτι γίνεται, ἀλλʼ ἐκεῖ ἐστίν. φανερὸν δὴ ὅτι δυνάμει
                            ὄν, εἰς ἐντελέχειαν ἰὸν ἔρχεται ἐκεῖ <lb n="5"/> καὶ εἰς τοσοῦτον καὶ
                            τοιοῦτον, οὗ ἡ ἐντελέχεια καὶ ὅσου καὶ οἴου καὶ ὅπου. τὸ δʼ αὐτὸ αἴτιον
                            καὶ τοῦ ἤδη ὑπάρχοντα καὶ ὄντα γῆν καὶ πῦρ κινεῖσθαι εἰς τοὺς οὑτῶν
                            τόπους μηδενὸς ἐμποδίζοντος. καὶ γὰρ ἡ τροφή, ὅταν τὸ κωλῦον, καὶ τὸ
                            ὑγιαστόν, ὅταν τὸ ἐπίσχον μὴ ἡ, φέρεται εὐθύς· καὶ κινεῖ <lb n="310"/> b
                            16. δὲ] δὴ Alex. apud Simpl. 22. τούτων] τῶν ἄλλων Alex. apud Simpl. 26.
                            καὶ] καὶ τὸ al. <pb n="95"/> δὲ τό τε ἐξ ἀρχῆς ποιῆσαν καὶ τὸ ὑποσπάσαν
                            ἢ ὅθεν ἀπεπήδησεν, <lb n="10"/> καθάπερ εἴρηται ἐν τοῖς πρώτοις λόγοις,
                            ἐν οἷς διωρίζομεν ὅτι οὐθὲν τούτων αὐτὸ ἑαυτὸ κινεῖ. διὰ τίνα μὲν οὖν
                            αἰτίαν φέρεται τῶν φερομένων ἕκαστον, καὶ τὸ φέρεσθαι εἰς τὸν αὑτοῦ
                            τόπον τί ἐστιν, εἴρηται.</p></div></div></div></body></text></TEI>