<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="1"><p>1 Περὶ δὲ βαρέος καὶ κούφου, τί τʼ ἐστὶν ἑκάτερον καὶ τίς ἡ φύσις αὐτῶν,
                            σκεπτέον, καὶ διὰ τίνʼ αἰτίαν ἔχουσι τὰς δυνάμεις ταύτας. ἔστι γὰρ ἡ
                            περὶ αὐτῶν θεωρία τοῖς περὶ <lb n="30"/> κινήσεως λόγοις οἰκεία· βαρὺ
                            γὰρ καὶ κοῦφον τῷ δύνασθαι κινεῖσθαι φυσικῶς πως λέγομεν. ταῖς δὲ
                            ἐνεργείαις ὀνόματʼ αὐτῶν οὐ κεῖται, πλὴν εἴ τις οἴοιτο τὴν ῥοπὴν εἶναι
                            τοιοῦτον. διὰ δὲ τὸ τὴν φυσικὴν εἶναι πραγματείαν περὶ κινήσεως, 306 a
                            ταῦτα δʼ ἔχειν ἐν ἑαυτοῖς οἷον ζώπυρʼ ἄττα κινήσεως, <note type="footnote">307b 18. τοῦ ἐναντίου] τοὐναντίον al. 308a 1. εἷναι]
                                μὲν εἷναι al.</note>
                            <pb n="88"/> πάντες μὲν χρῶνται ταῖς δυνάμεσιν αὐτῶν, οὐ μὴν διφρίκασί
                            γε, πλὴν ὀλίγων. ἰδόντες οὖν πρῶτον τὰ παρὰ τῶν ἄλλων <lb n="5"/>
                            εἰρημένι, καὶ διαπορήσαντες ὅσα πρὸς τὴν σκέψιν ταύτην διελεῖν
                            ἀναγκαῖον, οὕτω καὶ τὸ φαινόμενον ἡμῖν εἴπωμεν περὶ αὐτῶν. λέγεται δὴ τὸ
                            μὲν ἀπλῶς βαρὺ καὶ κοῦφον, το δὲ πρὸς ἕτερον· κῶν γὰρ ἐχόντων βάρος
                            φαφὲν τὸ μὲν εἶναι κουφότερον τὸ δὲ βαρύτερον, οἷον ξύλου χαλκόν. πεμὲ
                                <lb n="10"/> μὲν οὖν τῶν ἀπλῶς λεγομένων οὐδὲν εἴρηται παρὰ σῶν
                            πρότερον, περὶ δὲ τῶν πρὸς ἕτερον· οὐ γὰρ λέγουσι τί ἐστι τὸ βαρὺ καὶ τί
                            τὸ κοῦφον, ἀλλὰ τί τὸ βαρύτερον καὶ κουφότερον ἐν τοῖς ἔχουσι βάρος.
                            μᾶλλον δʼ ἔσται δῆλον τὸ λεγόμενον ὧδε, τὰ μὲν γὰρ ἀεὶ πέφυκεν ἀπὸ τοῦ
                            μέσου φέρεσθαι, <lb n="15"/> τὰ δʼ ἀεὶ πρὸς τὸ μέσον. τούτων δὲ τὸ μὲν
                            ἀπὸ τοῦ μέσου φερόμενον ἄνω λέγω φέρεσθαι, κάτω δὲ τὸ πρὸς τὸ μέσον.
                            ἄτοπον γὰρ τὸ μὴ νομίζεν εἶναί τι ἐν τῷ οὐρανῷ τὸ μὲν ἄνω τὸ δὲ κάτω,
                            καθάπερ τινὲς ἀξιοῦσιν· οὑ φὰρ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω φασίν, εἴπερ
                            σάντῃ ὅμοιός ἐστι, <lb n="20"/> καὶ πανταχόθεν ἀντίπους ἔσται
                            πορευόμενος ἕκαστος αὐτὸς αὑτῷ. ἡμεῖς δὲ τὸ τοῦ παντὸς ἔσχατον ἄνω
                            λέγωμεν, ὃ καὶ κατὰ τὴν θέσιν ἐστὶν ἄνω καὶ τῇ φύσει πρῶτον· ἐπεὶ δʼ
                            ἐστί τι τοῦ οὐρανοῦ ἔσχατον καὶ μέσον, δῆλον ὅτι ἔσται καὶ ἄνω καὶ κάτω,
                            ὅπερ καὶ οἱ πολλοὶ λέγουσι, πλὴν οὐχ ἱκανῶς. <lb n="25"/> τούτου δʼ
                            αἴτιον ὅτι νομίζουσιν οὐχ ὅμοιον εἶναι πάντῃ τον οὐρανόν, ἀλλʼ ἓν εἶναι
                            μόνον τὸ ὑπὲρ ἡμᾶς ἡμισφαίριον, ἐπεὶ προσυπολαβόντες καὶ κύκλῳ τοιοῦτον,
                            καὶ τὸ μέσον ὁμοίως ἔχειν πρὸς ἅπαν, τὸ μὲν ἄνω φήσουσιν εἶναι, τὸ δὲ
                            μέσον κάτω. ἁπλῶς μὲν οὖν κοῦφον λέγομεν τὸ ἄνω φερόμενον καὶ <lb n="30"/> πρὸς τὸ ἔσχατον, βαρὺ δὲ ἁπλῶς τὸ κάτω καὶ πρὸς τὸ μέσον· πρὸς ἄλλο
                            δὲ κοῦφον καὶ κουφότερον, οὗ δυοῖν ἐχόντων βάρος καὶ τὸν ὄγκον ἴσων κάτω
                            φέρεται θάτερον φύσει θᾶττον.</p><note type="footnote">24 ὅπερ] ὥσπερ al. 30. ἀπλῶς τὸ] τὸ ἀπλῶς libri. 31.
                            οι ] ὸ libri. 32. ἴσων] ἴσον libri.</note></div></div></div></body></text></TEI>