<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="8"><p>8 Ὅλως δὲ τὸ πειρᾶσθαι τὰ ἀπλᾶ σώματα σχηματίζειν ἄλογόν ἐστι, πρῶτον μὲν
                            ὅτι συμβήσεται μὴ ἀναπληροῦσθαι <lb n="5"/> τὸ ὅλον· ἐν μὲν γὰρ τοῖς
                            ἐπιπέδοις τρία σχήματα δοκεῖ συμπληροῦν τὸν τόπον, τρίγωνον καὶ
                            τετράγωνον καὶ ἑξάγωνον, ἐν δὲ τοῖς στερεοῖς δύο μόνον, πυραμὶς καὶ
                            κύβος· ἀνάγκη δὲ πλείω τούτων λαμβάνειν διὰ τὸ πλείω τα στοιχεῖα ποιεῖν.
                            ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα <note type="footnote">306b 7.
                                μόνον] μόνα al.</note>
                            <pb n="85"/> σχηματιζόμενα τῷ περιέχοντι τόπῳ, μάλιστα δὲ τὸ <lb n="10"/> ὕδωρ καὶ ὁ ἀήρ. διαμένειν μὲν οὖν τὸ τοῦ στοιχείου σχῆμα ἀδύνατον· οὐ
                            γὰρ ἄν ἥπτετο πανταχῇ τοῦ περιέχοντος τὸ ὅλον. ἀλλὰ μὴν εἰ
                            μεταρρυθμισθήσεται, οὐκέτι ἔσται ὕδωρ, εἴπερ τῷ σχήματι διέφερεν. ὥστε
                            φανερὸν ὅτι οὐκ ἔστιν ὡρισμένα τὰ σχήματα αὐτοῦ. ἀλλʼ ἔοικεν ἡ φύσις
                            αὐτὴ τοῦτο <lb n="15"/> σημαίνειν ἡμῖν, ὃ καὶ κατὰ λόγον ἐστίν· ὥσπερ
                            γὰρ καὶ ἐν τοῖς ἄλλοις, ἀειδὲς καὶ ἄμορφον δεῖ τὸ ὑποκείμενον εἶναι·
                            μάλιστα γὰρ ἂν οὕτω δύναιτο ῥυθμίζεσθαι, καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται,
                            τὸ πανδεχές. οὕτω καὶ τὰ στοιχεῖα δεῖ νομίζειν ὥσπερ ὕλην εἶναι τοῖς
                            συνθέτοις· διὸ καὶ δύναται <lb n="20"/> μεταβάλλειν εἰς ἄλληλα
                            χωριζομένων τῶν κατὰ πάθη διαφορῶν. πρὸς δὲ τούτοις πῶς ἐνδέχεται
                            γίγνεσθαι σάρκα καὶ ὀστοῦν ἢ ὁτιοῦν σῶμα τῶν συνεχῶν; οὕτε γὰρ ἐξ αὐτῶν
                            τῶν στοιχείων ἐγχωρεῖ διὰ τὸ μὴ γίγνεσθαι συνεχὲς ἐκ τῆς συνθέσεως, οὔτʼ
                            ἐκ τῶν ἐπιπέδων συντιθεμένων· τὰ γὰρ στοιχεῖα <lb n="25"/> γεννᾶται τῇ
                            συνθέσει καὶ οὐ τὰ ἐκ τῶν στοιχείων. ὥστʼ ἐάν τις ἀκριβολογεῖσθαι
                            βούληται καὶ μὴ ἐκ παρόδου τοὺς λόγους ἀποδέχεσθαι τοὺς τοιούτους,
                            ἀναιροῦντας ὄψεται τὴν γένεσιν ἐκ τῶν ὄντων. ἀλλὰ μὴν καὶ πρὸς τὰ πάθη
                            τε καὶ τὰς δυνάμεις καὶ τὰς κινήσεις ἀσύμφωνα τὰ σχήματα <lb n="30"/>
                            τοῖς σώμασιν, εἰς ἃ μάλιστα βλέψαντες οὕτω διένειμαν. οἷον ἐπεὶ τὸ πῦρ
                            εὐκίνητόν ἐστι θερμαντικὸν καὶ καυστικόν, οἱ μὲν ἐποίησαν αὐτὸ σφαῖραν,
                            οἱ δὲ πυραμίδα· ταῦτα γὰρ εὐκινητότατα μὲν διὰ τὸ ἐλαχίστων ἅπτεσθαι καὶ
                            ἥκιστα βεβηκέναι, θερμαντικώτατα δὲ καὶ καυστικώτατα,<note type="marginal"> 307a</note> διότι τὸ μὲν ὅλον ἐστὶ γωνία, τὸ δὲ
                            ὀξυγωνιώτατον, καίει δὲ καὶ θερμαίνει ταῖς γωνίαις, ὡς φασίν. πρῶτον μὲν
                            οὖν κατὰ τήν κίνησιν ἀμφότεροι διημαρτήκασιν· εἰ γὰρ καὶ ἔστιν
                            εὐκινητότατα ταῦτα τῶν σχημάτων, ἀλλʼ οὐ τὴν τοῦ <lb n="5"/> πυρὸς
                            κίνησιν εὐκίνητα· ἡ μὲν γὰρ τοῦ πυρὸς ἄνω καὶ κατʼ <note type="footnote">28, τοὺς τοιούτους] τοῦ στοιχείου αὐτοῦ cod. E, τοῦ στοιχείου
                                αὐτοὺς alius cod., τοὺς περὶ τοῦ στοιχείου Simpl.</note>
                            <pb n="86"/> εὐθεῖαν, ταῦτα δʼ εὐκίνητα κύκλῳ, τὴν καλουμένην κύλισιν.
                            εἴπειτʼ εἰ ἔστιν ἡ γῇ κύβος διὰ τὸ βεβηκέναι καὶ μένειν, μένει δʼ οὐ
                            πανταχοῦ ἀλλʼ ἐν τῷ αὑτῆς τόπῳ, ἐκ δὲ <lb n="10"/> τοῦ ἀλλοτρίου φέρεται
                            μὴ κωλυομένη, καὶ τὸ πῦρ δὲ καὶ τὰ ἄλλα ὡσαύτως, δῆλον ὅτι καὶ τὸ πῦρ
                            καὶ ἕκαστον τῶν στοιχείων ἐν μὲν τῷ ἀλλοτρίῳ τόπῳ σφαῖρα ἔσται ἢ
                            πυραμές, ἐν δὲ τῷ οἰκείῳ κύβος. ἔτι δʼ εἰ θερμαίνει καὶ καίει τὸ πῦρ διὰ
                            τὰς γωνίας, ἅπαντα ἔσται τὰ στοιχεῖα θερμαντικά, <lb n="15"/> μᾶλλον δʼ
                            ἴσως ἕτερον ἑτέρου· πάντα γὰρ ἔχει γωνίας, οἷον τό τε ὀκτάεδρον καὶ τὸ
                            δωδεκάεδρον. Δημοκρίτῳ δὲ καὶ ἡ σφαῖρα ὡς γωνία τις οὖσα τέμνει ὡς
                            εὐκίνητον. ὥστε διοίσει τῷ μᾶλλον καὶ ἧττον. τοῦτο δʼ ὅτι ἔστι ψεῦδος,
                            φανερόν. ἅμα δὲ συμβήσεται καὶ τὰ μαθηματικὰ σώματα <lb n="20"/> καίειν
                            καὶ θερμαίνειν· ἔχει γὰρ κἀκεῖνα γωνίας, καὶ ἔνεισιν ἐν αὐτοῖς ἄτομοι
                            καὶ σφαῖρα καὶ πυραμίδες, ἄλλως τε καὶ εἰ ἔστιν ἄτομα μεγέθη, καθάπερ
                            φασίν. εἰ γὰρ τὰ μὲν τὰ δὲ μή, λεκτέον τὴν διαφοράν, ἀλλʼ οὐχ ἀπλῶς οὕτω
                            λεκτέον ὡς λέγουσιν. ἔτι εἰ τὸ. καιόμενον πυροῦται, <lb n="25"/> τὸ δὲ
                            πῦρ ἐστὶ σφαῖρα ἢ πυραμίς, ἀνάγκη τὸ καιόμενον γίγνεσθαι σφαίρας ἢ
                            πυραμίδας. τὸ μὲν οὖν τέμνειν καὶ τὸ διαιρεῖν οὕτως ἔστω κατὰ λόγον
                            συμβαῖνον τῷ σχήματι· τὸ δʼ ἐξ ἀνάγκης τὴν πυραμίδα ποιεῖν πυραμίδας ἢ
                            τὴν σφαῖραν σφαίρας παντελῶς ἄλογον καὶ ὅμοιον ὥσπερ <lb n="30"/> εἴ τις
                            ἀξιοίη τὴν μάχαιραν εἰς μαχαίρας διαιρεῖν ἢ τὸν πρίονα εἰς πρίονας. ἔτι
                            δὲ γελοῖον πρὸς τὸ διαιρεῖν μόνον ἀποδοῦναι τὸ σχῆμα τῷ πυρί· δοκεῖ γὰρ
                            μᾶλλον συγκρίνειν καὶ συνορίζειν ἢ διακρίνειν. διακρίνει μὲν γὰρ τὰ μὴ
                                <note type="marginal">307 b</note> ὁμόφυλα, συγκρίνει δὲ τὰ ὁμόφυλα·
                            καὶ ἡ μὲν σύγκρισις καθʼ αὑτό ἐστι (τὸ γὰρ συνορίζειν καὶ ἑνοῦν τοῦ
                            πυρός), ἡ δὲ διάκρισις κατὰ συμβεβηκός (συγκρῖνον γὰρ τὸ ὁμόφυλον
                            ἐξαιρεῖ τὸ ἀλλότριον). ὥστʼ ἢ πρὸς ἄμφω ἐχρῆν <note type="footnote">307
                                a 9. οὐ πανταχοῦ] οὐχ οὖ ἔτυχεν al.</note>
                            <pb n="87"/> ἀποδοῦναι ἢ μᾶλλον ἐπὶ τὸ συγκρίνειν. πρὸς δὲ τούτοις, <lb n="5"/> ἐπεὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία τῇ δυνάμει, ἀδύνατον
                            ἀποδοῦναι τῷ ψυχρῷ σχῆμά τι· δεῖ γὰρ ἐναντίον εἶναι τὸ ἀποδιδόμενον,
                            οὐθὲν δʼ ἐναντίον ἐστὶ σχήματι. διὸ καὶ πάντες ἀπολελοίπασι τοὕτο·
                            καίτοι προσῆκεν ἢ πάντα ἀφορίσαι σχήμασιν ἢ μηδέν. ἔνιοι δὲ περὶ τῆς
                            δυνάμεως <lb n="10"/> αὐτοῦ πειραθέντες εἰπεῖν ἐναντία λέγουσιν αὐτοὶ
                            αὑτοῖς. φασὶ γὰρ εἶναι ψυχρὸν τὸ μεγαλομερὲς διὰ τὸ συνθλίβειν καὶ μὴ
                            διιέναι διὰ τῶν πόρων. δῆλον τοίνυν ὅτι καὶ τὸ θερμὸν ἄν εἴη τὸ διιόν.
                            τοιοῦτον δʼ ἀεὶ τὸ λεπτομερές. ὥστε συμβαίνει μικρότητι καὶ μεγέθει
                            διαφέρειν τὸ θερμὸν καὶ τὸ <lb n="15"/> ψυχρόν, ἀλλʼ οὐ τοῖς σχήμασιν.
                            ἔτι δʼ εἰ ἄνισοι αἱ πυραμίδες, αἱ μεγάλαι ἂν εἶεν οὐ πῦρ οὐδʼ αἴτιον τὸ
                            σχῆμα τοῦ καίειν, ἀλλὰ τοῦ ἐναντίου. ὅτι μὲν οὖν οὐ τοῖς σχήμασι
                            διαφέρει τὰ στοιχεῖα, φανερὸν ἐκ τῶν εἰρημένων· ἐπεὶ δὲ κυριώταται
                            διαφοραὶ σωμάτων αἵ τε κατὰ τὰ πάθη καὶ τὰ <lb n="20"/> ἔργα καὶ τὰς
                            δυνάμεις (ἑκάστου γὰρ εἶναί φαμεν τῶν φύσει καὶ ἔργα καὶ πάθη καὶ
                            δυνάμεις), πρῶτον ἂν εἴη περὶ τούτων λεκτέον, ὅπως θεωρήσαντες ταῦτα
                            λάβωμεν τὰς ἑκάστου πρὸς ἕκαστον διαφοράς.</p></div></div></div></body></text></TEI>