<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="7"><p>7 Πάλιν οὖν ἐπισκεπτέον τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως, πότερον ὡς
                            Ἐμπεδοκλῆς λέγει καὶ Δημόκριτος) <lb n="35"/> ἢ ὡς οἱ εἰς τὰ ἐπίπεδα
                            διαλύοντες, ἢ ἔστιν ἄλλος τις τρόπος <note type="marginal">305b</note>
                            παρὰ τούτους. οἱ μὲν οὖν περὶ Ἐμπεδοκλέα καὶ Δημόκριτον λανθάνουσιν
                            αὐτοὶ αὑτοὺς οὐ γένεσιν ἐξ ἀλλήλων ποιοῦντες ἀλλὰ φαινομένην γένεσιν·
                            ἐνυπάρχον γὰρ ἕκαστον ἐκκρίνεσθαί φασιν, ὥσπερ ἐξ ἀγγείου τῆς γενέσεως
                            οὕσης ἀλλʼ <lb n="5"/> οὐκ ἔκ τινος ὕλης, οὐδὲ γίγνεσθαι μεταβάλλοντος.
                            ἔπειτα κἂν οὕτως οὐδὲν ἧττον ἄλογα τὰ συμβαίνοντα. τὸ γὰρ αὐτὸ μέγεθος
                            οὐ δοκεῖ συμπιληθὲν γίνεσθαι βαρύτερον. ἀνάγκη δὲ τοῦτο λέγειν τοῖς
                            φάσκουσιν ἐκκρίνεσθαι τὸ ὕδωρ ἐκ τοῦ ἀέρος ἐνυπάρχον· ὅταν γὰρ ὕδωρ ἐξ
                            ἀέρος γένηται, βαρύτερόν <lb n="10"/> ἐστιν. ἔτι δὲ τῶν μεμιγμένων
                            σωμάτων οὐκ ἀνάγκη χωρισθὲν θάτερον ἀεὶ πλείω τόπον ἐπέχειν· ὅταν δʼ ἐξ
                            ὕδατος ἀὴρ γένηται, πλείω καταλαμβάνει τόπον· τὸ δὲ λεπτομερέστερον ἐν
                            πλείονι τόπῳ γίγνεται. φανερὸν δὲ τοῦτό γε καὶ ἐν τῇ μεταβάσει·
                            διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ <lb n="15"/> ὑγροῦ ῥήγνυται τὰ
                            περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν. ὥστʼ εἰ μὲν ὅλως μή
                            ἐστι κενὸν μηδʼ ἐπεκτείνεται <note type="footnote">24 ἕξει] ἔχει
                                al.</note>
                            <pb n="83"/> τὰ σώματα, καθάπερ φασὶν οἱ ταῦτα λέγοντες, φανερὸν τὸ
                            ἀδύνατον· εἰ δʼ ἔστι κενὸν καὶ ἐπέκτασις, ἄλογον τὸ ἐξ ἀνάγκης ἀεὶ πλείω
                            τόπον ἐπιλαμβάνειν τὸ χωριζόμενον. ἀλλʼ ἀνάγκη καὶ ὑπολείπειν τὴν ἐξ
                            ἀλλήλων γένεσιν, <lb n="20"/> εἴπερ ἐν τῷ πεπερασμένῳ μεγέθει μὴ
                            ἐνυπάρχει ἄπειρα μεγέθη πεπερασμένα. ὅταν γὰρ ἐκ γῆς ὕδωρ γένηται,
                            ἀφῄρηταί τι τῆς γῆς, εἴπερ ἐκκρίσει ἡ γένεσις· καὶ πάλιν ὅταν ἐκ τῆς
                            ὑπολειπομένης, ὡσαύτως. εἰ μὲν οὖν ἀεὶ τοῦτʼ ἔσται, συμβήσεται ἐν τῷ
                            πεπερασμένῳ ἄπειρα ἐνυπάρχειν· <lb n="25"/> ἐπεὶ δὲ τοῦτʼ ἀδύνατον, οὐκ
                            ἂν ἀεὶ γίγνοιτο ἐξ ἀλλήλων. ὅτι μὲν οὖν οὐκ ἔστι τῇ ἐκκρίσει ἡ εἰς
                            ἄλληλα μετάβασις, εἴρηται. λείπεται δʼ εἰς ἄλληλα μεταβάλλοντα γίγνεσθαι
                            τοῦτο δὲ διχῶς· ἢ γὰρ τῇ μετασχηματίσει, καθάπερ ἐκ τοῦ αὐτοῦ κηροῦ
                            γίγνοιτʼ ἄν σφαῖρα καὶ κύβος, ἢ τῇ διαλύσει <lb n="30"/> τῇ εἰς τὰ
                            ἐπίπεδα, ὥσπερ ἔνιοί φασιν. εἰ μὲν οὖν τῇ μετασχηματίσει γίνεται,
                            συμβαίνει ἐξ ἀνάγκης ἄτομα λέγειν τὰ σώματα· διαιρετῶν γὰρ ὄντων οὐκ
                            ἔσται τὸ τοῦ πυρὸς μέρος πῦρ, οὐδὲ τὸ τῆς γῆς γῇ, διὰ τὸ μὴ εἶναι μήτε
                            τὸ τῆς πυραμίδος μέρος πάντως πυραμίδα μήτε τὸ τοῦ κύβου <lb n="35"/>
                            κύβον. εἰ δὲ τῇ τῶν ἐπιπέδων διαλύσει, πρῶτον μὲν ἄτοπον <note type="marginal">306 a</note> τὸ μὴ πάντα γεννᾶν ἐξ ἀλλήλων, ὅπερ
                            ἀνάγκη λέγειν αὐτοῖς, καὶ λέγουσιν. οὕτε γὰρ εὔλογον ἓν μόνον ἄμοιρον
                            γενέσθαι τῆς μεταβάσεως, οὔτε φαίνεται κατὰ τὴν αἴσθησιν, ἀλλʼ ὁμοίως
                            πάντα μεταβάλλειν εἰς ἄλληλα. συμβαίνει <lb n="5"/> δὲ περὶ τῶν
                            φαινομένων λέγουσι μὴ ὁμολογούμενα λέγειν τοῖς φαινομένοις. τούτου δʼ
                            αἴτιον τὸ μὴ καλῶς λαβεῖν τὰς πρώτας ἀρχάς, ἀλλά. πάντα βούλεσθαι πρός
                            τινας δόξας ὡρισμένας ἀνάγειν· δεῖ γὰρ ἴσως τῶν μὲν αἰσθητῶν αἰσθητάς,
                            τῶν δὲ ἀϊδίων ἀϊδίους, τῶν δὲ φθαρτῶν φθαρτὰς εἶναι <lb n="10"/> τὰς
                            ἀρχάς, ὅλως δʼ ὁμογενεῖς τοῖς ὑποκειμένοις. οἱ δὲ διὰ τὴν τούτων φιλίαν
                            ταὐτὸ ποιεῖν ἐοίκασι τοῖς τὰς θέσεις ἐν <note type="footnote">305b 28.
                                δὴ duo codd., δʼ cum ceteris Bekker.</note>
                            <pb n="84"/> τοῖς λόγοις διαφυλάττουσιν· ἅπαν γὰρ ὑπομένουσι το
                            συμβαῖνον ὡς ἀληθεῖς ἔχοντες ἀρχάς, ὥσπερ οὐκ ἐνίας δέον <lb n="15"/>
                            κρίνειν ἐκ τῶν ἀποβαινόντων, καὶ μάλιστα ἐκ τοῦ τέλους. τέλος δὲ τῆς μὲν
                            ποιητικῆς ἐπιστήμης τὸ ἔργον, τῆς δὲ φυσικῆς τὸ φαινόμενον ἀεὶ κυρίως
                            κατὰ τὴν αἴσθησιν. συμβαίνει δʼ αὐτοῖς μάλιστα τὴν γῆν εἶναι στοιχεῖον,
                            καὶ μόνην ἄφθαρτον, εἴπερ τὸ ἀδιάλυτον ἄφθαρτόν τʼ ἐστὶ καὶ στοιχεῖον·
                                <lb n="20"/> ἡ γὰρ γῆ μόνη ἀδιάλυτος εἰς ἄλλο σῶμα. ἀλλα μὴν οὐδʼ ἐν
                            τοῖς διαλυομένοις ἡ τῶν τριγώνων παραιώρησις εὔλογος. συμβαίνει δὲ καὶ
                            τοῦτο ἐν τῇ εἰς ἄλληλα μεταβάσει διὰ τὸ ἐξ ἀνίσων τῷ πλήθει συνεστάναι
                            τριγώνων. ἔτι δʼ ἀνάγκη τοῖς ταῦτα λέγουσιν οὐκ ἐκ σώματος ποιεῖν
                            γένεσιν· <lb n="25"/> ὅταν γὰρ ἐξ ἐπιπέδων γένηται, οὐκ ἐκ σώματος ἔσται
                            γεγονός. πρὸς δὲ τούτοις ἀνάγκη μὴ πᾶν σῶμα λέγειν διαιρετόν, ἀλλὰ
                            μάχεσθαι ταῖς ἀκριβεστάταις ἐπιστήμαις· αἱ μὲν γὰρ καὶ τὸ νοητὸν
                            λαμβάνουσι διαιρετόν, αἱ μαθηματικαί, οἱ δὲ οὐδὲ τὸ αἰσθητὸν ἅπαν
                            συγχωροῦσι διὰ τὸ βούλεσθαι σώζειν <lb n="30"/> τὴν ὑπόθεσιν. ἀνάγκη γὰρ
                            ὅσοι σχῆμα ποιοῦσιν ἑκάστου τῶν στοιχείων καὶ τούτῳ διορίζουσι τὰς
                            οὐσίας αὐτῶν, ἀδιαίρετα ποιεῖν αὐτά· τῆς γὰρ πυραμίδος ἢ τῆς σφαίρας
                            διαιρεθείσης πως οὐκ ἔσται τὸ λειπόμενον σφαῖρα ἢ πυραμίς. ὥστε ἢ τὸ τοῦ
                            πυρὸς μέρος οὐ πῦρ, ἀλλʼ ἔσται τι πρότερον τοῦ 306b στοιχείου, διὰ τὸ
                            πᾶν εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, ἢ οὐχ ἅπαν σῶμα διαιρετόν.</p></div></div></div></body></text></TEI>