<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="6"><pb n="81"/><p>6 Ἐπισκεπτέον δὲ πρῶτον πότερον ἀΐδιά ἐστιν ἢ γινόμενα φθτίρεται· τούτου
                            γὰρ δειχθέντος φανερὸν ἔσται καὶ πόσʼ ἄττα καὶ ποῖά ἐστιν. ἀΐδια μὲν οὖν
                            εἶναι ἀδύνατον· <lb n="25"/> ὁρῶμεν γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ ἕκαστον τῶν
                            ἁπλῶν σωμάτων διαλυόμενον. ἀνάγκη δὴ ἢ ἄπειρον εἶναι ἢ ἵστασθαι τὴν
                            διάλυσιν. εἰ μὲν οὖν ἄπειρον, ἔσται καὶ ὁ χρόνος ὁ τῆς διαλύσεως
                            ἄπειρος, καὶ πάλιν ὁ τῆς συνθέσεως· ἕκαστον γὰρ ἐν ἄλλῳ χρόνῳ διαλύεται
                            καὶ συντίθεται τῶν μορίων. <lb n="30"/> ὥστε συμβήσεται ἔξω τοῦ ἀπείρου
                            χρόνου ἄλλον εἶναι ἄπειρον, ὅταν ὅ τε τῆς συνθέσεως ἄπειρος ᾖ καὶ ἔτι
                            τούτου πρότερος ὁ τῆς διαλύσεως. ὥστε τοῦ ἀπείρου ἔξω γίγνεται ἄπειρον·
                            ὅπερ ἀδύνατον. εἰ δὲ στήσεταί που ἡ διάλυσις, ἤτοι ἄτομον <note type="marginal">305 a</note> ἔσται τὸ σῶμα ἐν ᾧ ἵσταται, ἢ διαιρετὸν
                            μὲν οὐ μέντοι διαιρεθησόμενον οὐδέποτε, καθάπερ ἔοικεν Ἐμπεδοκλῆς
                            βούλεσθαι λέγειν. ἄτομον μὲν οὖν οὐκ ἔσται διὰ τοὺς πρότερον εἰρημένους
                            λόγους· ἀλλὰ μὴν οὐδὲ διαιρετὸν μὲν οὐδέποτε δὲ διαλυθησόμενον.<lb n="5"/> τὸ γὰρ ἔλαττον σῶμα τοῦ μείζονος εὐφθαρτότερόν: ἐστιν. εἴπερ οὖν καὶ
                            τὸ πολὺ φθείρεται κατὰ ταύτην τὴν φθοράν, ὥστε διαλύεσθαι εἰς ἐλάττω,
                            ἔτι μᾶλλον τοῦτο πάσχειν εὔλογον τὸ ἔλαττον. δύο δὲ τρόπους ὁρῶμεν
                            φθειρόμενον τὸ πῦρ· ὑπό τε γὰρ τοῦ ἐναντίου φθείρεται σβεννύμενον, <lb n="10"/> καὶ αὐτὸ ὑφʼ αὑτοῦ μαραινόμενον. τοῦτο δὲ πάσχει τὸ ἔλαττον
                            ὑπὸ τοῦ πλείονος, καὶ θᾶττον, ὅσῳ ἂν ᾖ ἔλαττον. ὥστʼ ἀνάγκη φθαρτὰ καὶ
                            γενητὰ εἶναι τὰ στοιχεῖα τῶν σωμάτων. ἐπεὶ δʼ ἐστὶ γενητά, ἤτοι ἐξ
                            ἀσωμάτου ἢ ἐκ σώματος ἔσται ἡ γένεσις, καὶ εἰ ἐκ σώματος, ἤτοι ἐξ ἄλλου
                                <lb n="15"/> ἢ ἐξ ἀλλήλων. ὁ μὲν οὖν ἐξ ἀσωμάτου γεννῶν λόγος ποιεῖ
                            γεννώμενον κενόν. πᾶν γὰρ τὸ γινόμενον ἔν τινι γίνεται, καὶ ἤτοι
                            ἀσώματον ἔσται ἐν ᾧ ἡ γένεσις, ἢ ἕξει σῶμα· καὶ εἰ μὲν ἕξει σῶμα, δύο
                            ἔσται σώματα ἄμα ἐν τῷ αὐτῷ, τό τε γιγνόμενον καὶ τὸ προϋπάρχον· εἰ δʼ
                            ἀσώματον, ἀνάγκη <lb n="20"/>
                            <note type="footnote">27 δὴ] δὲ libri. 305a 17, ἔν τινι γίνεται καὶ om.
                                quatuor codd. et Sumpl. (γρ.) (addiderat Alex). Aristot. de coslo
                                rec. Prantl.</note>
                            <pb n="82"/> κενὸν εἶναι ἀφωρισμένον. τοῦτο δʼ ὅτι ἀδύνατον, δέδεικται
                            καὶ πρότερον. ἀλλὰ μὴν οὐδʼ ἐκ σώματός τινος ἐγχωρεῖ γίνεσθαι τὰ
                            στοιχεῖα· συμβήσεται γὰρ ἄλλο σῶμα πρότερον εἶναι τῶν στοιχείων. τοῦτο
                            δʼ εἰ μὲν ἕξει βάρος ἢ κουφότητα, <lb n="25"/> τῶν στοιχείων ἔσται τι,
                            μηδεμίαν δʼ ἔχον ῥοπὴν ἀκίνητον ἔσται καὶ μαθηματικόν· τοιοῦτον δὲ ὄν
                            οὐκ ἔσται ἐν τόπῳ. ἐν ᾧ γὰρ ἠρεμεῖ, ἐν τούτῳ καὶ κινεῖσθαι δυνατόν. καὶ
                            εἰ μὲν βίᾳ, παρὰ φύσιν, εἰ δὲ μὴ βίᾳ, κατὰ φύσιν. εἰ μὲν οὖν ἔσται ἐν
                            τόπῳ, καί που ἔσται τι τῶν στοιχείων· εἰ δὲ μὴ ἐν τόπῳ, οὐδὲν ἐξ <lb n="30"/> αὐτοῦ ἔσται· τὸ γὰρ γινόμενον, καὶ ἐξ οὗ γίγνεται, ἀνάγκη
                            ἅμα εἶναι. ἐπεὶ δʼ οὔτε ἐξ ἀσωμάτου γίγνεσθαι δυνατὸν οὔτʼ ἐξ ἄλλου
                            σώματος, λείπεται ἐξ ἀλλήλων γίγνεσθαι.</p></div></div></div></body></text></TEI>