<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="5"><p>5 Ἐπεὶ δʼ ἀνάγκη πεπεράνθαι τὰ στοιχεῖα, λοιπὸν σκέψασθαι <lb n="10"/>
                            πότερον πλείω ἔσται ἢ ἕν. ἔνιοι γὰρ ἓν μόνον ὑποτίθενται, καὶ τοῦτο οἱ
                            μὲν ὕδωρ, οἱ δʼ ἀέρα, οἱ δὲ πῦρ, οἱ δʼ ὕδατος μὲν λεπτότερον ἀέρος δὲ
                            πυκνότερον, ὃ περιέχειν φασὶ πάντας τοὺς οὐρανοὺς ἄπειρον ὄν. ὅσοι μὲν
                            οὖν τὸ ἓν τοῦτο ποιοῦσιν ὕδωρ ἢ ἀέρα ἢ ὕδατος μὲν λεπτότερον ἀέρος δὲ
                                <lb n="15"/> πυκνότερον, εἶτ᾿  ἐκ τούτου πυκνότητι καὶ μανότητι
                            τἆλλα γεννῶσιν, οὗτοι λανθάνουσιν αὐτοὶ αὑτοὺς ἄλλο τι πρότερον τοῦ
                            στοιχείου ποιοῦντες· ἔστι γὰρ ἡ μὲν ἐκ τῶν στοιχείων γένεσις σύνθεσις,
                            ὥς φασιν, ἡ δʼ εἰς τὰ στοιχεῖα διάλυσις, ὥστʼ ἀνάγκη πρότερον εἶναι τῇ
                            φύσει τὸ λεπτομερέστερον. ἐπεὶ οὖν <lb n="20"/> φασὶ πάντων τῶν σωμάτων
                            τὸ πῦρ λεπτότατον εἶναι, πρῶτον ἄν εἴη τῇ φύσει τὸ πῦρ (διαφέρει δʼ
                            οὐθέν, ἀνάγκη γὰρ ἕν τι τῶν ἄλλων εἶναι πρῶτον, καὶ μὴ τὸ μέσον). ἔτι δὲ
                            τὸ μὲν πυκνότητι καὶ μανότητι τἆλλα γεννᾶν οὐθὲν διαφέρει ἢ λεπτότητι
                            καὶ παχύτητι· τὸ μὲν γὰρ λεπτὸν μανόν, τὸ δὲ <lb n="25"/> παχὺ βούλονται
                            εἶναι πυκνόν. πάλιν δὲ τὸ λεπτότητι καὶ <note type="footnote">303 a 30.
                                ἐπεὶ] εἴπερ al.</note>
                            <pb n="79"/> παχύτητι ταὐτὸν καὶ τὸ μεγέθει καὶ μικρότητι· λεπτὸν μὲν
                            γὰρ τὸ μικρομερές, παχὺ δὲ τὸ μεγαλομερές· τὸ γὰρ ἐπεκτεινόμενον ἐπὶ
                            πολὺ λεπτόν, τοιοῦτον δὲ τὸ ἐκ μικρῶν μερῶν συνεστός. ὥστʼ αὐτοῖς
                            συμβαίνει μεγέθει καὶ μικρότητι διαιρεῖν τὴν τῶν ἄλλων οὐσίαν. οὕτω δὲ
                            διοριζομένοις ἅπαντα <lb n="30"/> συμβήσεται λέγειν πρός τι, καὶ οὐκ
                            ἔσται ἀπλῶς τὸ μὲν πῦρ τὸ δʼ ὕδωρ τὸ δʼ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε
                            πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω <note type="marginal">304 a</note> μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ
                            μικρότητι διαφέρειν φάσκουσιν· ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται
                            τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς
                            ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ <lb n="5"/> πῦρ τὸ δὲ γῆν τὸ δʼ
                            ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους. ὅσοι
                            δὲ πῦρ ὑποτίθενται τὸ στοιχεῖον, τοῦτο μὲν διαφεύγουσιν, ἄλλα δʼ αὐτοῖς
                            ἀναγκαῖον ἄλογα συμβαίνειν. οἱ μὲν γὰρ αὐτῶν σχῆμα περιάπτουσι τῷ πυρί,
                            καθάπερ οἱ τὴν πυραμίδα ποιοῦντες, καὶ <lb n="10"/> τούτων οἱ μὲν
                            ἁπλουστέρως λέγοντες ὅτι τῶν μὲν σχημάτων τμητικώτατον ἡ πυραμίς, τῶν δὲ
                            σωμάτων τὸ πῦρ, οἱ δὲ κομψοτέρως τῷ λόγῳ προσάγοντες ὅτι τὰ μὲν σώματα
                            πάντα σύγκειται ἐκ τοῦ λεπτομερεστάτου, τὰ δὲ σχήματα τὰ στερεὰ ἐκ
                            πυραμίδων, ὥστʼ ἐπεὶ τῶν μὲν σωμάτων <lb n="15"/> τὸ πῦρ λεπτότατον, τῶν
                            δὲ σχημάτων ἡ πυραμὶς μικρομερέστατον καὶ πρῶτον, τὸ δὲ πρῶτον σχῆμα τοῦ
                            πρώτου σώματος, πυραμὶς ἄν εἴη τὸ πῦρ. οἱ δὲ περὶ μὲν σχήματος οὐδὲν
                            ἀποφαίνονται, λεπτομερέστατον δὲ μόνον ποιοῦσιν, ἔπειτʼ ἐκ τούτου
                            συντιθεμένου φασὶ γίγνεσθαι τἆλλα <lb n="20"/> καθάπερ ἂν εἰ
                            συμφυσωμένου ψήγματος. ἀμφοτέροις δὲ ταὐτὰ συμβαίνει δυσχερῆ· εἰ μὲν γὰρ
                            ἄτομον τὸ πρῶτον σῶμα ποιοῦσι, πάλιν ἥξουσιν οἱ πρότερον εἰρημένοι λόγοι
                            πρός ταύτην τὴν ὑπόθεσιν, ἔτι οὐκ ἐνδέχεται τοῦτο λέγειν <note type="footnote">304 a 11. ἁπλουστέρως] ἁπλούστερον cod. E et alius
                                (non Simpl). 15. ἐκ] ἐκ τῶν al.</note>
                            <pb n="80"/>
                            <lb n="25"/> φυσικῶς βουλομένοις θεωρεῖν. εἰ γὰρ ἅπαν σῶμα σώματι
                            συμβλητὸν κατὰ τὸ ποσόν, ἔχει δʼ ἀνάλογον τὰ μεγέθη τά τε τῶν ὁμοιομερῶν
                            πρὸς ἄλληλα καὶ τὰ τῶν στοιχείων (οἷον τὰ τοῦ παντὸς ὕδατος πρὸς τὸν
                            ἅπαντα ἀέρα καὶ τοῦ στοιχείου πρὸς τὸ στοιχεῖον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν
                            ἄλλων), <lb n="30"/> ὁ δʼ ἀὴρ πλείων τοῦ ὕδατος καὶ ὅλως τὸ
                            λεπτομερέστερον τοῦ παχυμερεστέρου, φανερὸν ὅτι καὶ τὸ στοιχεῖον ἔλαττον
                            ἔσται τὸ τοῦ ὕδατος ἢ τὸ τοῦ ἀέρος. εἰ οὖν τὸ ἔλαττον μέγεθος ἐνυπάρχει
                            τῷ μείζονι, διαιρετὸν ἂν εἴη τὸ τοῦ ἀέρος <note type="marginal">304
                                b</note> στοιχεῖον. ὡσαύτως δὲ καὶ τὸ τοῦ πυρὸς καὶ ὅλως τῶν
                            λεπτομερεστέρων. εἰ δὲ διαιρετόν, τοῖς μὲν σχηματίζουσι τὸ πῦρ
                            συμβήσεται μὴ εἶναι τὸ τοῦ πυρὸς μέρος πῦρ διὰ τὸ μὴ συγκεῖσθαι τὴν
                            πυραμίδα ἐκ πυραμίδων, ἔτι δὲ μὴ <lb n="5"/> πᾶν σῶμα εἶναι ἢ στοιχεῖον
                            ἢ ἐκ στοιχείων (τὸ γὰρ μέρος τοῦ πυρὸς οὕτε πῦρ οὔθʼ ἕτερον στοιχεῖον
                            οὐδέν), τοῖς δὲ τῷ μεγέθει διορίζουσι πρότερόν τι τοῦ στοιχείου
                            στοιχεῖον εἶναι, καὶ τοῦτʼ εἰς ἄπειρον βαδίζειν, εἴπερ ἅπαν σῶμα
                            διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον. ἔτι δὲ καὶ τούτοις συμβαίνει
                                <lb n="10"/> λέγειν ὡς ταὐτὸν πρὸς μὲν τόδε πῦρ ἐστὶ πρὸς ἄλλο δʼ
                            ἀήρ, καὶ πάλιν ὕδωρ καὶ γῆ. κοινὸν δὲ πᾶσιν ἁμάρτημα τοῖς ἓν τὸ
                            στοιχεῖον ὑποτιθεμένοις τὸ μίαν μόνην κίνησιν ποιεῖν φυσικήν, καὶ πάντων
                            τὴν αὐτήν. ὁρῶμεν γὰρ πᾶν τὸ φυσικὸν σῶμα κινήσεως ἔχον ἀρχήν. εἰ οὖν
                            ἅπαντα τὰ σώματα <lb n="15"/> ἕν τί ἐστι, πάντων ἂν εἴη μία κίνησις· καὶ
                            ταύτην ἀναγκαῖον ὅσῳπερ ἂν πλείω γίγνηται, κινεῖσθαι μᾶλλον, ὥσπερ καὶ
                            τὸ πῦρ ὅσῳ ἂν πλεῖον γίγνηται, φέρεται θᾶττον ἄνω τὴν αὑτοῦ φοράν.
                            συμβαίνει δὲ πολλὰ κάτω φέρεσθαι θᾶττον, ὥστε διά τε ταῦτα, καὶ πρὸς
                            τούτοις ἐπεὶ διώρισται <lb n="20"/> πρότερον ὅτι πλείους αἱ φυσικαὶ
                            κινήσεις, δῆλον ὅτι ἀδύνατον ἓν εἶναι τὸ στοιχεῖον. ἐπεὶ δὲ οὔτε ἄπειρα
                            οὔτε ἕν, πλείω ἀνάγκη εἶναι καὶ πεπερασμένα.</p><note type="footnote">25 βουλομένοις] βουλομένους al. 304 b 16. πλείω tres
                            codices, πλείων cum ceteris Bekker.</note></div></div></div></body></text></TEI>