<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="3"><p>3 Λοιπὸν δʼ εἰπεῖν τίνων τέ ἐστι γένεσις σωμάτων, καὶ <lb n="10"/> διὰ τί
                            ἐστιν. ἐπεὶ οὖν ἐν ἅποσιν ἡ γνῶσις διὰ τῶν πρώτων, πρῶτα δὲ τῶν
                            ἐνυπαρχόντων τὰ στοιχεῖα, σκεπτέον, εἰ τῶν τοιούτων σωμάτων ἐστὶ
                            στοιχεῖα, καὶ διὰ τί ἐστιν, ἔπειτα μετὰ ταῦτα πόσα τε καὶ ποῖ᾿ ἄττα.
                            τοῦτο δʼ ἔσται φανερὸν ὑποθεμένοις τίς ἐστιν ἡ τοῦ στοιχείου φύσις. ἔστω
                            δὴ στοιχεῖον <lb n="15"/> τῶν σωμάτων, εἰς ὃ τἆλλα σώματα διαιρεῖται,
                            ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ (τοῦτο γὰρ ποτέρως, ἔτι ἀμφισβητήσιμον),
                            αὐτὸ δʼ ἐστὶν ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει· τοιοῦτον γάρ τι τὸ
                            στοιχεῖον ἄπαντες καὶ ἐν ἅπασι βούλονται λέγειν. εἰ δὴ τὸ εἰρημένον ἐστὶ
                            στοιχεῖον, ἀνάγκη εἶναι ἄττα τοιαῦτα <lb n="20"/> τῶν σωμάτων. ἐν μὲν
                            γὰρ σαρκὶ καὶ ξύλῳ καὶ ἑκάστῳ τῶν τοιούτων ἔνεστι δυνάμει πῦρ καὶ γῆ·
                            φανερὰ γὰρ ταῦτα ἐξ ἐκείνων ἐκκρινόμενα. ἐν δὲ πυρὶ σὰρξ ἢ ξύλον οὐκ
                            ἐνυπάρχουσιν, οὕτε κατὰ δύναμιν οὔτε κατʼ ἐνέργειαν· ἐξεκρίνετο γὰρ ἄν.
                            ὁμοίως δʼ οὐδʼ εἰ ἕν τι μόνον εἴη τοιοῦτον, οὐδʼ ἐν ἐκείνῳ· <lb n="25"/>
                            οὐ γὰρ εἰ ἔσται σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων ὁτιοῦν, οὔπω φατέον ἐνυπάρχειν
                            δυνάμει, ἀλλὰ προσθεωρητέον τίς ὁ τρόπος τῆς γενέσεως. Ἀναξαγόρας δʼ
                            Ἐμπεδοκλεῖ ἐναντίως λέγει <note type="footnote">32. δῆλον] ὡς δῆλον
                                Alex.(γρ).(apud Simpl). 302a 2. νῦν om. al. ἐγίνετο] ἐγένετο al. 12.
                                εἰ] ποῖα libri.</note>
                            <pb n="76"/> περὶ τῶν στοιχείων. ὁ μὲν γὰρ πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα
                                <lb n="30"/> τούτοις στοιχεῖά φησιν εἶναι τῶν σωμάτων καὶ συγκεῖσθαι
                            πάντʼ ἐκ τούτων, Ἀναξαγόρας δὲ τοὐναντίον· τὰ γὰρ ὁμοιομερῆ στοιχεῖα
                            (λέγω δʼ οἷον σάρκα καὶ ὀστοῦν καὶ τῶν τοιούτων <note type="marginal">302 b</note> ἕκασνον), ἀέρα δὲ καὶ πῦρ μίγματα τούτων καὶ τῶν ἄλλων
                            σπερμάτων πάντων· εἶναι γὰρ ἑκάτερον αὐτῶν ἐξ ἀοράτων τῶν ὁμοιομερῶν
                            πάντων ἡθροισμένων. διὸ καὶ γίγνεσθαι πάντʼ ἐκ τούτων· τὸ γὰρ πῦρ καὶ
                            τὸν αἰθέρα προσαγορεύει <lb n="5"/> ταὐτό. ἐπεὶ δʼ ἐστὶ παντὸς φυσικοῦ
                            σώματος κίνησις οἰκεία, τῶν δὲ κινήσεων αἱ μὲν ἁπλαῖ αἱ δὲ μικταί, καὶ
                            αἱ μὲν μικταὶ τῶν μικτῶν αἱ δὲ ἁπλαῖ τῶν ἁπλῶν εἰσί, φανερὸν ὅτι ἔσται
                            ἄττα σώματα ἀπλᾶ. εἰσὶ γὰρ καὶ κινήσεις ἁπλαῖ. ὥστε δῆλον καὶ ὅτι ἔστι
                            στοιχεῖα καὶ διὰ τί ἐστιν.</p></div></div></div></body></text></TEI>