<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="2"><p>2 Ὅτι δʼ ἀναγκαῖον ὑπάρχειν κίνησιν τοῖς ἁπλοῖς σώμασι <lb n="20"/> φύσει
                            τινὰ πᾶσιν, ἐκ τῶνδε δῇλον. ἐπεὶ γὰρ κινούμενα φαίνεται, κινεῖσθαί γε
                            ἀναγκαῖον βίᾳ, εἰ μὴ οἰκείαν ἔχει κίνησιν· τὸ δὲ βίᾳ καὶ παρὰ φύσιν
                            ταὐτόν. ἀλλὰ μὴν εἰ παρὰ φύσιν ἐστί τις κίνησις, ἀνάγκη εἶναι καὶ κατὰ
                            φύσιν, παρʼ ἣν αὕτη· καὶ εἰ πολλαὶ αἱ παρὰ φύσιν, τὴν κατὰ <lb n="25"/>
                            φύσιν μίαν· κατὰ φύσιν μὲν γὰρ ἀπλῶς, παρὰ φύσιν δʼ ἔχει πολλὰς ἕκαστον.
                            ἔτι δὲ καὶ ἐκ τῆς ἠρεμίας δῆλον· καὶ γὰρ ἠρεμεῖν ἀναγκαῖον ἢ βίᾳ ἢ κατὰ
                            φύσιν· βίᾳ δὲ μένει οὗ καὶ φέρεται βίᾳ, καὶ κατὰ φύσιν οὖ κατὰ φύσιν.
                            ἐπεὶ οὖν φαίνεταί τι μένον ἐπὶ τοῦ μέσου, εἰ μὲν κατὰ φύσιν, <lb n="30"/> δῆλον ὅτι καὶ ἡ φορὰ ἡ ἐνταῦθα κατὰ φύσιν αὐτῷ· εἰ δὲ βίᾳ, τί τὸ
                            φέρεσθαι κωλῦον; εἰ μὲν ἠρεμοῦν, τὸν αὐτὸν κυκλήσομεν λόγον· ἀνάγκη γὰρ
                            ἢ κατὰ φύσιν εἶναι τὸ πρῶτον ἠρεμοῦν ἢ εἰς ἄπειρον ἰέναι, ὅπερ ἀδύνατον·
                            εἰ δὲ <note type="marginal">300 b</note>
                            <note type="footnote">300 a 9. στιγμὴ] μονὰς cod. E et alius et Simpl.
                                15. συνιστᾶσι] συντιθεῖσι al.</note>
                            <pb n="72"/> κινούμενον τὸ κωλῦον φέρεσθαι, καθάπερ φησὶν Ἐμπεδσκλῆς τὴν
                            γῆν ὑπὸ τῆς δίνης ἠρεμεῖν, ποῦ ἂν ἐφέρετο, ἐτειδὴ εἰς ἄπειρον ἀδύνατον·
                            οὐθὲν γὰρ γίγνεται ἀδύνατον, τὸ <lb n="5"/> δʼ ἄπειρον διελθεῖν
                            ἀδύνατον. ὥστʼ ἀνάγκη στῆναί που τὸ φερόμενον, κἀκεῖ μὴ βίᾳ μένειν ἀλλὰ
                            κατὰ φύσιν. εἰ δʼ ἐστὶν ἠρεμία κατὰ φύσιν, ἔστι καὶ κίνησις κατὰ, φύσιν
                            ἡ εἰς τοῦτον τὸν τόπον φορά. διὸ καὶ Λευκίππῳ καὶ Δημοκρίτῳ, τοῖς
                            λέγουσιν ἀεὶ κινεῖσθαι τὰ πρῶτα σώματα ἐν τῷ κενῷ <lb n="10"/> καὶ τῷ
                            ἀπείρῳ, λεκτέον τίνα κίνησιν καὶ τίς ἡ κατὰ φύσιν αὐτῶν κίνησις. εἰ γὰρ
                            ἄλλο ὑπʼ ἄλλου κινεῖται βίᾳ τῶν στοιχείων, ἀλλὰ καὶ κατὰ φύσιν ἀνάγκη
                            τινὰ εἶναι κίνησιν ἑκάστου, παρʼ ἦν ἡ βίαιός ἐστιν· καὶ δεῖ τὴν πρώτην
                            κινοῦσαν μὴ βίᾳ κινεῖν, ἀλλὰ κατὰ φύσιν· εἰς ἄπειρον γὰρ εἶσιν, <lb n="15"/> εἰ μή τι ἔσται κατὰ φύσιν κινοῦν πρῶτον, ἀλλʼ ἀεὶ τὸ
                            πρότερον βίᾳ κινούμενον κινήσει. τὸ αὐτὸ δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον
                            κἂν εἰ καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται, πρὶν γενέσθαι τὸν κόσμον ἐκινεῖτο
                            τὰ στοιχεῖα ἀτάκτως. ἀνάγκη γὰρ ἢ βίαιον εἶναι τὴν κίνησιν ἢ κατὰ φύσιν.
                            εἰ δὲ κατὰ <lb n="20"/> φύσιν ἐκινεῖτο, ἀνάγκη κόσμον εἶναι, ἐάν τις
                            βούληται θεωρεῖν ἐπιστήσας· τό τε γὰρ πρῶτον κινοῦν ἀνάγκη κινεῖν αὑτό,
                            κινούμενον κατὰ φύσιν, καὶ τὰ κινούμενα μὴ βίᾳ, ἐν τοῖς οἰκείοις
                            ἠρεμοῦντα τόποις, ποιεῖν ἥνπερ ἔχουσι νῦν τάξιν, τὰ μὲν βάρος ἔχοντα ἐπὶ
                            τὸ μέσον, τὰ δὲ κουφότητα ἔχοντα ἀπὸ <lb n="25"/> τοῦ μέσου· ταύτην δʼ ὁ
                            κόσμος ἔχει τὴν διάταξιν. ἔτι δὲ τοσοῦτον ἐπανέροιτʼ ἄν τις, πότερον
                            δυνατὸν ἢ οὐχ οἷόν τʼ ἦν κινούμενα ἀτάκτως καὶ μίγνυσθαι τοιαύτας μίξεις
                            ἔνια, ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα, λέγω δʼ οἷον
                            ὀστᾶ καὶ σάρκας, καθάπερ Ἐμπεδοκλῆς φησὶ γίνεσθαι <lb n="30"/> ἐπὶ τῆς
                            φιλότητος· λέγει γὰρ ὡς πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν. τοῖς δʼ
                            ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν
                            φέρεσθαι <note type="footnote">300 b 21. αὑτὸ] αὐτὸ Alex. (γρ.) (apud
                                Simpl.). 24. κουφότητα ἔχοντα] κουφότητα cum uno codice
                                Bekker.</note>
                            <pb n="73"/> φοράν, ὥστʼ οὐκ ἀτάκτως κινηθήσεται, εἰ δʼ ἄπειρα τὰ
                            κινοῦντα, καὶ τὰς φορὰς ἀναγκαῖον ἀπείρους εἶναι· εἰ γὰρ 301 a
                            πεπερασμέναι, τάξις τις ἔσται· οὐ γὰρ τῷ μὴ φέρεσθαι εἰς τὸ αὐτὸ ἡ
                            ἀταξία συμβαίνει· οὐδὲ γὰρ νῶν εἰς τὸ αὐτὸ φέρεται πάντα, ἀλλὰ τὰ
                            συγγενῇ μόνον. ἔτι τὸ ἀτάκτως οὐθέν ἐστιν ἕτερον ἢ τὸ παρὰ φύσιν· ἡ γὰρ
                            τάξις ἡ οἰκεία <lb n="5"/> τῶν αἰσθητῶν φύσις ἐστίν. ἀλλὰ μὴν καὶ τοῦτο
                            ἄτοπον καὶ ἀδύνατον, τὸ ἄπειρον ἄτακτον ἔχειν κίνησιν· ἔστι γὰρ ἡ φύσις
                            ἐκείνη τῶν πραγμάτων οἴαν ἔχει τὰ πλείω καὶ τὸν πλείω χρόνον· συμβαίνειν
                            οὖν αὐτοῖς τοὐναντίον τὴν μὲν ἀταξίαν εἶναι κατὰ φύσιν, τὴν δὲ τάξιν καὶ
                            τὸν κόσμον παρὰ <lb n="10"/> φύσιν· καίτοι οὐδὲν ὡς ἔτυχε γίγνεται τῶν
                            κατὰ φύσιν. ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν· ἐξ ἀκινήτων
                            γὰρ ἄρχεται κοσμοποιεῖν. πειρῶνται δὲ καὶ οἱ ἄλλοι συγκρίνοντές πως
                            πάλιν κινεῖν καὶ διακρίνειν. ἐκ διεστώτων δὲ καὶ κινουμένων οὐκ εὔλογον
                            ποιεῖν τὴν γένεσιν. διὸ καὶ Ἐμπεδοκλῆς <lb n="15"/> παραλείπει τὴν ἐπὶ
                            τῆς φιλότητος· οὐ γὰρ ἂν ἡδύνατο συστήσαι τὸν οὐρανὸν ἐκ κεχωρισμένων
                            μὲν κατασκευάζων, σύγκρισιν δὲ ποιῶν διὰ τὴν φιλότητα· ἐκ διακεκριμένων
                            γὰρ συνέστηκεν ὁ κόσμος τῶν στοιχείων. ὥστʼ ἀναγκαῖον γίνεσθαι ἐξ ἑνὸς
                            καὶ συγκεκριμένου. ὅτι μὲν τοίνυν ἐστὶ φυσική τις κίνησις <lb n="20"/>
                            ἑκάστου τῶν σωμάτων, ἣν οὐ βίᾳ κινοῦνται οὐδὲ παρὰ φύσιν, φανερὸν ἐκ
                            τούτων· ὅτι δʼ ἔνια ἔχειν ἀναγκαῖον ῥοπὴν βάρους καὶ κουφότητος, ἐκ
                            τῶνδε δῆλον. κινεῖσθαι μὲν γάρ φαμεν ἀναγκαῖον εἶναι· εἰ δὲ μὴ ἕξει
                            φύσει ῥοπὴν τὸ κινούμενον, ἀδύνατον κινεῖσθαι ἢ πρὸς τὸ μέσον ἢ ἀπὸ τοῦ
                                <lb n="25"/> μέσου. ἔστω γὰρ τὸ μὲν ἐφʼ οὗ Αἀβαρές, τὸ δʼ ἐφʼ οὖ B
                            βάρος ἔχον, ἐνηνέχθω δὲ τὸ ἀβαρὲς τὴν ΓΔ, τὸ δὲ B ἐν τῷ ἴσῳ χρόνῳ τὴν
                            ΓΕ· μείζω γὰρ οἰσθήσεται τὸ βάρος ἔχον. ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον
                            βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ
                                <lb n="30"/> μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον
                            ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε <pb n="74"/> ἴσον
                            οἰσθήσεται τὸ ἀβαρὲς καὶ τὸ βάρος ἔχον· ὅπερ ἀδύνατον. <note type="marginal">301b</note> ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ κουφότητος. ἔτι
                            δʼ εἰ ἔσται τι σῶμα κινούμενον μήτε κουφότητα μήτε βάρος ἔχον, ἀνάγκη
                            τοῦτο βίᾳ κινεῖσθαι, βίᾳ δὲ κινούμενον ἄπειρον ποιεῖν τὴν κίνησιν. ἐπεὶ
                            γὰρ δύναμίς τις ἡ κινοῦσα, τὸ δʼ ἔλαττον καὶ <lb n="5"/> τὸ κουφότερον
                            ὑπὸ τῆς αὐτῆς δυνάμεως πλεῖον κινηθήσεται, κεκινήσθω τὸ μὲν ἐφʼ ᾧ τὸ A,
                            τὸ ἀβαρές, τὴν ΓΕ τὸ δʼ ἐφʼ ᾧ τὸ B, τὸ βάρος ἔχον, ἐν τῷ ἴσῳ χρόνῳ τὴν
                            ΓΔ. διαιρεθέντος δὴ τοῦ βάρος ἔχοντος σώματος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ,
                            συμβήσεται τὸ ἀφαιρούμενον ἀπὸ τοῦ βάρος ἔχοντος <lb n="10"/> σώματος
                            τὴν ΓΕ φέρεσθαι ἐν τῷ ἴσῳ χρόνῳ, ἐπείπερ τὸ ὅλον ἐφέρετο τὴν ΓΔ. τὸ γὰρ
                            τάχος ἔξει τὺ τοῦ ἐλάττονος πρὸς τὸ τοῦ μείζονος ὡς τὸ μεῖζον σῶμα πρὸς
                            τὸ ἔλαττον. ἴσον ἄρα τὸ ἀβαρὲς οἰσθήσεται σῶμα καὶ τὸ βάρος ἔχον ἐν τῷ
                            αὐτῷ χρόνῳ. τοῦτο δʼ ἀδύνατον· ὥστʼ ἐπεὶ παντὸς <lb n="15"/> τοῦ
                            προστεθέντος μεῖζον κινήσεται διάστημα τὸ ἀβαρές, ἄπειρον ἄν φέροιτο.
                            φανερὸν οὖν ὅτι ἀνάγκη πᾶν σῶμα βάρος ἔχειν ἢ κουφότητα διωρισμένον.
                            ἐπεὶ δὲ φύσις μέν ἐστιν ἡ ἐν αὐτῷ ὑπάρχουσα κινήσεως ἀρχή, δύναμις δʼ ἡ
                            ἐν ἄλλῳ ᾗ ἄλλο, κίνησις δὲ ἡ μὲν κατὰ φύσιν ἡ δὲ βίαιος <lb n="20"/>
                            πᾶσα, τὴν μὲν κατὰ φύσιν, οἷον τῷ λίθῳ τήν κάτω, θᾶττον ποιήσει τὸ κατὰ
                            δύναμιν, τὴν δὲ παρὰ φύσιν ὅλως αὐτή. πρὸς ἀμφότερα δὲ ὥσπερ ὀργάνῳ
                            χρῆται τῷ ἀέρι· πέφυκε γὰρ οὗτος καὶ κοῦφος εἶναι καὶ βαρύς. τὴν μὲν οὖν
                            ἄνω ποιήσει φορὰν ᾗ κοῦφος, ὅταν ὠσθῇ καὶ λάβῃ τὴν <lb n="25"/> ἀρχὴν
                            ἀπὸ τῆς δυνάμεως, τὴν δὲ κάτω πάλιν ᾗ βαρύς· ὥσπερ γὰρ ἐναφάψασα
                            παραδίδωσιν ἑκατέρῳ. διὸ καὶ οὐ παρακολουθοῦντος τοῦ κινήσαντος φέρεται
                            τὸ βίᾳ κινηθέν, εἰ γὰρ μὴ τοιοῦτόν τι τὸ σῶμα ὑπῆρχεν, οὐκ ἂν ἦν ἡ βίᾳ
                            κίνησις. καὶ τὴν κατὰ φύσιν δʼ ἑκάστου κίνησιν συνεπουρίζει <lb n="30"/>
                            τὸν αὐτὸν τρόπον. ὅτι μὲν οὖν ἅπαν ἢ κοῦφον ἢ βαρύ, καὶ <note type="footnote">301b 17. διωρισμένον] τὸ διωρισμένον al.</note>
                            <pb n="75"/> πῶς αἱ παρὰ φύσιν ἔχουσι κινήσεις, ἐκ τούτων φανερόν. ὅτι
                            δʼ οὔτε πάντων ἐστὶ γένεσις οὔθʼ ἁπλῶς οὐθενός, δῆλον ἑκ τῶν
                            προειρημένων· ἀδύνατον γὰρ παντὸς σώματος εἶναι γένεσιν) εἰ μὴ καὶ κενὸν
                            εἶναί τι δυνατὸν κεχωρισμένον· ἐν ᾧ γὰρ <note type="marginal">302
                                a</note> ἔσται τόπῳ τὸ νῦν γινόμενον, εἰ ἐγίνετο, ἐν τούτῳ πρότερον
                            τὸ κενὸν ἀναγκαῖον εἶναι σώματος μηθενὸς ὄντος. ἄλλο μὲν γὰρ ἐξ ἄλλου
                            σῶμα γίγνεσθαι δυνατόν, οἷον ἐξ ἀέρος πῦρ, ὅλως δʼ ἐκ μηδενὸς ἄλλου
                            προϋπάρχοντος μεγέθους ἀδύνατον· <lb n="5"/> μάλιστα μὲν γὰρ ἐκ δυνάμει
                            τινὸς ὄντος σώματος ἐνεργείᾳ γένοιτʼ ἂν σῶμα. ἀλλʼ εἰ τὸ δυνάμει ὂν σῶμα
                            μηθέν ἐστιν ἄλλο σῶμα ἐνεργείᾳ πρότερον, κενὸν ἔσται κεχωρισμένον.</p></div></div></div></body></text></TEI>