<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="9"><p>9 Φανερὸν δʼ ἐκ τούτων ὅτι καὶ τὸ φάναι γίνεσθαι φερομένων ἁρμονίαν, ὡς
                            συμφώνων γινομένων τῶν ψόφων, κομψῶς μὲν εἴρηται καὶ περιττῶς ὑπὸ τῶν
                            εἰπόντων, οὐ <lb n="15"/> μὴν οὕτως ἔχει τἀληθές. δοκεῖ γάρ τισιν
                            ἀναγκαῖον εἶναι τηλικούτων φερομένων σωμάτων γίγνεσθαι ψόφον, ἐπεὶ καὶ
                            τῶν παρʼ ἡμῖν οὔτε τοὺς ὄγκους ἐχόντων ἴσους οὕτε τοιούτῳ τάχει
                            φερομένωνʼ ἡλίου δὲ καὶ σελήνης, ἔτι τε τοσούτων τὸ πλῆθος ἄστρων καὶ τὸ
                            μέγεθος φερομένων τῷ τάχει τοιαύτην <lb n="20"/> φορὰν ἀδύνατον μὴ
                            γίγνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος. ὑποθέμενοι δὲ ταῦτα καὶ τὰς
                            ταχυτῆτας ἐκ τῶν ἀποστάσεων ἔχειν τοὺς τῶν συμφωνιῶν λόγους, ἐναρμόνιόν
                            φασι γίγνεσθαι τὴν φωνὴνφερομένων κύκλῳ τῶν ἄστρων. ἐπεὶ δʼ ἄλογον δοκεῖ
                            τὸ μὴ συνακούειν ἡμᾶς τῆς φωνῆς <lb n="25"/> ταύτης, αἴτιον τούτου φασὶν
                            εἶναι τὸ γιγνομένοις εὐθὺς ὑπάρχειν τὸν ψόφον, ὥστε μὴ διάδηλον εἶναι
                            πρὸς τὴν ἐναντίαν <note type="footnote">290b 6. προέχον] προσεχὲς cod. E
                                et alius cod. 9. ταὐτῶ] τῷ αὐτῷ unus cod., αὐτῷ vel ἑαυτῷ ceteri,
                                αὐτῷ Simpl. 24. δοκεῖ] ἐδόκει al.</note>
                            <pb n="51"/> σιγήν· πρὸς ἄλληλα γὰρ φωνῆς καὶ σιγῆς εἶναι τὴν διάγνωσιν,
                            ὥστε καθάπερ τοῖς χαλκοτύποις διὰ συνήθειαν οὐθὲν δοκεῖ διαφέρειν, καὶ
                            τοῖς ἀνθρώποις ταὐτὸ συμβαίνειν. ταῦτα δή, καθάπερ εἴρηται πρότερον,
                            ἐμμελῶς μὲν λέγεται <lb n="30"/> καὶ μουσικῶς, ἀδύνατον δὲ τοῦτον ἔχειν
                            τὸν τρόπον. οὐ γὰρ μόνον τὸ μηθὲν ἀκούειν ἄτοπον, περὶ οὖ λύειν
                            ἐγχειροῦσι τὴν αἰτίαν, ἀλλά καὶ τὸ μηδὲν πάσχειν χωρὶς αἰσθήσεως. οἱ γὰρ
                            ὑπερβάλλοντες ψόφοι διακναίουσι καὶ τῶν ἀψύχων σωμάτων τοὺς ὄγκους, οἷον
                            ὁ τῆς βροντῆς διίστησι λίθους καὶ <lb n="35"/> τὰ καρτερώτατα τῶν
                            σωμάτων. τοσούτων δὲ φερομένων, καὶ <note type="marginal">291 a</note>
                            τοῦ ψόφου διιόντος πρὸς τὸ φερόμενον μέγεθος, πολλαπλάσιον μέγεθος
                            ἀναγκαῖον ἀφικνεῖσθαί τε δεῦρο καὶ τὴν ἰσχὺν ἀμήχανον εἶναι τῆς βίας.
                            ἀλλʼ εὐλόγως οὕτʼ ἀκούομεν οὕτε πάσχοντα φαίνεται τὰ σώματα βίαιον οὐδὲν
                            πάθος, διὰ <lb n="5"/> τὸ μὴ ψοφεῖν· ἄμα δʼ ἐστὶ τό τʼ αἴτιον τούτων
                            δῆλον, καὶ μαρτύριον τῶν εἰρημένων ἡμῖν λόγων, ὡς εἰσὶν ἀληθεῖς· τὸ γὰρ
                            ἀπορηθὲν καὶ ποιῆσαν τοὺς Πυθαγορείους φάναι γίγνεσθαι συμφωνίαν τῶν
                            φερομένων ἡμῖν ἐστὶ τεκμήριον. ὅσα μὲν γὰρ αὐτὰ φέρεται, ποιεῖ ψόφον καὶ
                            πληγήν· ὅσα δʼ <lb n="10"/> ἐν φερομένῳ ἐνδέδεται ἢ ἐνυπάρχει, καθάπερ
                            ἐν τῷ πλοίῳ τὰ μόρια, οὐχ οἷόν τε ψοφεῖν, οὐδʼ αὖ τὸ πλοῖον, εἰ φέροιτο
                            ἐν ποταμῷ. καίτοι τοὺς αὐτοὺς λόγους ἂν ἐξείη λέγειν, ὡς ἄτοπον εἰ μὴ
                            φερόμενος ὁ ἱστὸς καὶ ἡ πρύμνα ποιεῖ ψόφον πολύν τηλικαύτης νεώς, ἢ
                            πάλιν αὐτὸ τὸ <lb n="15"/> πλοῖον κινούμενον. τὸ δʼ ἐν μὴ φερομένῳ
                            φερόμενον ποιεῖ ψόφον· ἐν φερομένῳ δὲ συνεχὲς καὶ μὴ ποιοῦντι πληγὴν
                            ἀδύνατον ψοφεῖν. ὥστʼ ἐνταῦθα λεκτέον ὡς εἴπερ ἐφέρετο τὰ σώματα τούτων
                            εἴτʼ ἐν ἀέρος πλήθει κεχυμένῳ κατὰ τὸ πᾶν εἴτε πυρός, ὥσπερ πάντες
                            φασίν, ἀναγκαῖον ποιεῖν <lb n="20"/> ὑπερφυᾶ τῷ μεγέθει ψόφον, τούτου δὲ
                            γινομένου καὶ δεῦρʼ ἀφικνεῖσθαι καὶ διακναίεν. ὥστʼ ἐπείπερ οὐ φαίνεται
                                <note type="footnote">33 αἰτίαν] ἀπορίαν Bonitz. 291a 21. ψόφον] τὸν
                                ψόφον al.</note>
                            <pb n="52"/> τοῦτο συμβαῖνον, οὔτʼ ἂν ἔμψυχον οὕτε βίαιον φέροιτο φορὰν
                            οὐθὲν αὐτῶν, ὥσπερ τὸ μέλλον ἔσεσθαι προνοούσης τῆς φύσεως, <lb n="25"/>
                            ὅτι μὴ τοῦτον τὸν τρόπον ἐχούσης τῆς κινήσεως οὐθὲν ἂν ἦν τῶν περὶ τὸν
                            δεῦρο τόπον ὁμοίως ἔχον. ὅτι μὲν οὖν σφαιροειδῆ τὰ ἄστρα καὶ ὅτι οὐ
                            κινεῖται διʼ αὑτῶν, εἴρηται.</p></div></div></div></body></text></TEI>