<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="7"><p>7 Περὶ δὲ τῶν καλουμένων ἄστρων ἑπόμενον ἂν εἴη λέγειν, ἐκ τίνων τε
                            συνεστᾶσι καὶ ἐν ποίοις σχήμασι καὶ τίνες αἱ κινήσεις αὐτῶν. εὐλογώτατον
                            δὴ καὶ τοῖς εἰρημένοις ἑπόμενον ἡμῖν τὸ ἕκαστον τῶν ἄστρων ποιεῖν ἐκ
                            τούτου τοῦ σώματος ἐν ᾧ τυγχάνει τὴν φορὰν ἔχον, ἐπειδὴ ἔφαμέν τι εἶναι
                                <lb n="15"/> ὃ κύκλῳ φέρεσθαι πέφυκεν· ὥσπερ γὰρ οἱ πύρινα φάσκοντες
                            εἶναι διὰ τοῦτο λέγουσιν, ὅτι τὸ ἄνω σῶμα πῦρ εἶναί φασιν, ὡς εὔλογον ὂν
                            ἕκαστον συνεστάναι ἐκ τούτων ἐν οἷς ἕκαστον ἐστίν, ὁμοίως καὶ ἡμεῖς
                            λέγομεν. ἡ δὲ θερμότης ἀπʼ αὐτῶν καὶ τὸ φῶς γίνεται παρεκτριβομένου τοῦ
                            ἀέρος ὑπὸ <lb n="20"/> τῆς ἐκείνων φορᾶς. πέφυκε γὰρ ἡ κίνησις ἐκπυροῦν
                            καὶ ξύλα καὶ λίθους καὶ σίδηρον· εὐλογώτερον οὖν τὸ ἐγγύτερον τοῦ πυρός,
                            ἐγγύτερον δὲ ἀὴρ οἷον καὶ ἐπὶ τῶν φερομένων βελῶν· ταῦτα γὰρ αὐτὰ
                            ἐκπυροῦται οὕτως ὥστε τήκεσθαι τὰς μολυβδίδας, καὶ ἐπείπερ αὐτὰ
                            ἐκπυροῦται, ἀνάγκη καὶ τὸν <lb n="25"/> κύκλῳ αὐτῶν ἀέρα τὸ αὐτὸ τοῦτο
                            πάσχειν. ταῦτα μὲν οὖν ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὸς διὰ τὴν
                            πληγὴν τῇ κινήσει γίγνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρεται,
                            ὥστʼ αὐτὰ μὲν μὴ ἐκπυροῦσθαι, τοῦ δʼ ἀέρος ὑπὸ τὴν τοῦ κυκλικοῦ σώματος
                            σφαῖραν ὄντος ἀνάγκη <lb n="30"/> φερομένης ἐκείνης ἐκθερμαίνεσθαι, καὶ
                            ταύτῃ μάλιστα ᾗ ὁ ἥλιος τετύχηκεν ἐνδεδεμένος. διὸ δὴ πλησιάζοντός τε
                            αὐτοῦ καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμᾶς ὄντος γίγνεται ἡ θερμότης. ὅτι μὲν
                            οὖν οὔτε πύρινά ἐστιν οὔτ᾿ ἐν πυρὶ φέρεται, ταῦθʼ ἡμῖν εἰρήσθω περὶ
                            αὐτῶν.</p></div></div></div></body></text></TEI>