<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg005.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="6"><pb n="45"/><p>6 Περὶ δὲ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος, ἐφεξῆς ἂν
                            εἴη τῶν εἰρημένων διελθεῖν. λέγω δὲ τοῦτο περὶ τοῦ πρώτου οὐρανοῦ καὶ
                            περὶ τῆς πρώτης φορὰς· ἐν <lb n="15"/> γὰρ τοῖς ὑποκάτω πλείους ἤδη αἱ
                            φοραὶ συνεληλύθασιν εἰς ἕν. εἰ γὰρ ἀνωμάλως κινήσεται, δῆλον ὅτι
                            ἐπίτασις ἔσται καὶ ἀκμὴ καὶ ἄνεσις τῆς φορὰς· ἅπασα γὰρ ἡ ἀνώμαλος φορὰ
                            καὶ ἄνεσιν ἔχει καὶ ἐπίτασιν καὶ ἀκμήν. ἀκμὴ δʼ ἐστὶν ἢ ὅθεν φέρεται ἢ
                            οἱ ἢ ἀνὰ μέσον, οἷον ἴσως τοῖς <lb n="20"/> μὲν κατὰ φύσιν οἷ φέρονται,
                            τοῖς δὲ παρὰ φύσιν ὅθεν, τοῖς δὲ ῥιπτουμένοις ἀνὰ μέσον. τῆς δὲ κύκλῳ
                            φορᾶς οὐκ ἔστιν οὔτε ὅθεν οὕτε οἱ οὕτε μέσον· οὔτε γὰρ ἀρχὴ οὔτε πέρας
                            οὔτε μέσον ἐστὶν αὐτῆς ἀπλῶς· τῷ τε γὰρ χρόνῳ ἀΐδιος καὶ τῷ μήκει
                            συνηγμένη καὶ ἄκλαστος· ὥστʼ εἰ μή ἐστιν ἀκμὴ <lb n="25"/> αὐτοῦ τῆς
                            φορὰς, οὐδʼ ἂν ἀνωμαλία εἴη· ἡ γὰρ ἀνωμαλία γίγνεται διὰ τὴν ἄνεσιν καὶ
                            ἐπίτασιν, ἔτι δʼ ἐπεὶ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἀνάγκη τὴν
                            ἀνωμαλίαν γίγνεσθαι τῆς κινήσεως ἢ διὰ τὸ κινοῦν ἢ διὰ τὸ κινούμενον ἢ
                            διʼ ἄμφω· εἴτε γὰρ τὸ κινοῦν μὴ τῇ αὐτῇ δυνάμει κινοῖ, <lb n="30"/> εἴτε
                            τὸ κινούμενον ἀλλοιοῖτο καὶ μὴ διαμένοι τὸ αὐτό, εἴτε ἄμφω μεταβάλλοι,
                            οὐθὲν κωλύει ἀνωμάλως κινεῖσθαι τὸ κινούμενον. οὐθὲν δὲ τούτων δυνατὸν
                            περὶ τὸν οὐρανὸν γενέσθαι· τὸ μὲν γὰρ κινούμενον δέδεικται ὅτι πρῶτον
                            καὶ ἁπλοῦν καὶ ἀγένητον καὶ ἄφθαρτον καὶ ὅλως ἀμετάβλητον, τὸ δὲ κινοῦν
                                <note type="marginal">288 b</note> πολύ μᾶλλον εὔλογον εἶναι
                            τοιοῦτον· τὸ γὰρ πρῶτον τοῦ πρώτου καὶ τὸ ἀπλοῦν τοῦ ἁπλοῦ καὶ τὸ
                            ἄφθαρτον καὶ ἀγένητον τοῦ ἀφθάρτου καὶ ἀγενήτου κινητικόν. ἐπεὶ οὖν τὸ
                            κινούμενον οὐ μεταβάλλει σῶμα ὄν, οὐδʼ ἂν τὸ κινοῦν μεταβάλλοι <lb n="5"/> ἀσώματον ὄν. ὥστε καὶ τὴν φορὰν ἀδύνατον ἀνώμαλον εἶναι. καὶ γὰρ εἰ
                            γίνεται ἀνώμαλος, ἤτοι ὅλη μεταβάλλει καὶ ὁτὲ μὲν γίνεται θάττων ὁτὲ δὲ
                            βραδυτέρα πάλιν, ἢ τὰ μέρη αὐτῆς. τὰ μὲν οὖν μέρη ὅτι οὐκ ἔστιν ἀνώμαλα,
                            φανερόν· <note type="footnote">27. ἔτι δʼ tres codices, ἔτι
                                ceteri.</note>
                            <pb n="46"/>
                            <lb n="10"/> ἤδη  γὰρ ἂν γεγόνει διάστασις τῶν ἄστρων ἐν τῷ ἀπείρῳ
                            χρόνῳ, τοῦ μὲν θᾶττον κινουμένου τοῦ δὲ βραδύτερον. οὐ φαίνεται δʼ οὐθὲν
                            ἄλλως ἔχον τοῖς διαστήμασιν. ἀλλὰ μὴν οὐδὲ τὴν ὅλην ἐγχωρεῖ μεταβάλλειν·
                            ἡ γὰρ ἄνεσις ἑκάστου γίνεται διʼ ἀδυναμίαν, ἡ δʼ ἀδυναμία παρὰ φύσιν·
                                <lb n="15"/> καὶ γὰρ αἱ ἐν τοῖς ζώοις ἀδυναμίαι πᾶσαι παρὰ φύσιν
                            εἰσίν, οἷον γῆρας καὶ φθίσις. ὅλη γὰρ ἴσως ἡ σύστασις τῶν ζώων ἐκ
                            τοιούτων συνέστηκεν ἃ διαφέρει τοῖς οἰκείοις τόποις· οὐθὲν γὰρ τῶν μερῶν
                            ἔχει τὴν αὑτοῦ χώραν. εἰ οὖν ἐν τοῖς πρώτοις μή ἐστι τὸ παρὰ φύσιν (ἁπλᾶ
                            γὰρ καὶ ἄμικτα <lb n="20"/> καὶ ἐν τῇ οἰκείᾳ χώρᾳ, καὶ οὐθὲν αὐτοῖς
                            ἐναντίον), οὐδʼ ἂν ἀδυναμία εἴη, ὥστʼ οὐδʼ ἄνεσις οὐδʼ ἐπίτασις· εἰ γὰρ
                            ἐπίτασις, καὶ ἄνεσις. ἔτι δὲ καὶ ἄλογον ἄπειρον χρόνον ἀδύνατον εἶναι τὸ
                            κινοῦν, καὶ πάλιν ἄλλον ἄπειρον δυνατόν· οὐθὲν γὰρ φαίνεται ὂν ἄπειρον
                            χρόνον παρὰ φύσιν (ἡ δʼ ἀδυναμία <lb n="25"/> παρὰ φύσιν), οὐδὲ τὸν ἴσον
                            χρόνον παρὰ φύσιν καὶ κατὰ φύσιν, οὐδ’ ἄλλως δυνατὸν καὶ ἀδύνατον.
                            ἀνάγκη δʼ, εἰ ἀνίησιν ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον. ἀλλὰ μὴν οὐδʼ
                            ἐπιτείνειν ἀεὶ ἢ πάλιν ἀνιέναι δυνατόν· ἄπειρος γὰρ ἂν εἴη καὶ ἀόριστος
                            ἡ κίνησις, ἅπασαν δέ φαμεν ἔκ τινος εἴς τι εἶναι <lb n="30"/> καὶ
                            ὡρισμένην. ἔτι δʼ εἴ τις λάβοι εἶναί τινα χρόνον ἐλάχιστον, οὗ οὐκ
                            ἐνδέχεται ἐν ἐλάττονι κινηθῆναι τὸν οὐρανόν (ὥσπερ γὰρ οὐδὲ βαδίσαι οὐδὲ
                            κιθαρίσαι ἐν ὁτῳοῦν χρόνῳ δυνατόν, ἀλλʼ ἑκάστης ἐστὶ πράξεως ὡρισμένος ὁ
                            ἐλάχιστος χρόνος κατὰ τὸ μὴ ὑπερβάλλειν, οὕτως οὐδὲ κινηθῆναι τὸν
                            οὐρανὸν <note type="marginal">289a</note> ἐν ὁτῳοῦν χρόνῳ δυνατόν)· εἰ
                            οὖν τοῦτʼ ἀληθές, οὐκ ἂν εἴη ἀεὶ ἐπίτασις τῆς φορᾶς, εἰ δὲ μὴ ἐπίτασις,
                            οὐδʼ ἄνεσις· ὁμοίως γὰρ ἄμφω καὶ θάτερον, εἴπερ τῷ αὐτῷ τε ἐπιτείνεται
                            τάχει ἢ μείζονι, καὶ ἄπειρον χρόνον. λείπεται δὴ λέγειν <lb n="5"/>
                            ἐναλλάξ εἶναι τῇ κινήσει τὸ θᾶττον καὶ τὸ βρδύτερον· τοῦτο δὲ παντελῶς
                            ἄλογον καὶ πλάσματι ὅμοιον. ἔτι δὲ καὶ <note type="footnote">26. ἄλλως]
                                ὅλως al. 27. μὴν] μὲν Bekker errore typogr.</note>
                            <pb n="47"/> τὸ μὴ λανθάνειν ἐπὶ τούτων εὐλογώτερον· εὐαισθητότερα γὰρ
                            τὰ παῤ ἄλληλα τιθέμενα. ὅτι μὲν οὖν εἷς τε μόνος ἐστὶν οὐρανός, καὶ
                            οὗτος ἀγένητος καὶ ἀΐδιος, ἔτι δὲ κινούμενος ὁμαλῶς, ἐπὶ τοσοῦτον ἡμῖν
                            εἰρήσθω.</p></div></div></div></body></text></TEI>