2 Περὶ μὲν οὖν τῆς τοῦ παντὸς φύσεως, εἴτʼ ἄπειρός ἐστι κατὰ τὸ μέγεθος εἴτε· πεπέρανται τὸν σύνολον ὄγκον, ὕστερον ἐπισκεπτέον· περὶ δὲ τῶν κατʼ εἶδος αὐτοῦ μορίων νῦν λέγω ἀρχὴν ποιησάμενοι τήνδε. πάντα γὰρ τὰ φυσικὰ σώματα καὶ μεγέθη καθʼ αὖτὰ κινητὰ λέγομεν εἶναι κατὰ τόπονʼ τὴν γὰρ φύσιν κινήσεως ἀρχὴν εἶναί φαμεν αὐτοῖς. πᾶσα δὲ κίνησις ὅση κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ἢ εὐθεῖα ἢ κύκλῳ ἢ ἐκ τούτων μικτή· ἀπίαι γὰρ αὗται δύο μόναι. αἴτιον δʼ ὅτι καὶ τὰ μεγέθη ταῦτα ἀπλᾶ μόνον, ἥ τʼ εὐθεῖα καὶ ἡ περιφερής. κύκλῳ μὲν οὖν ἐστὶν ἡ περὶ τὸ μέσον, εὐθεῖα δʼ ἡ ἄνω καὶ κάτω. λέγω δʼ ἄνω μὲν τὴν 22 εἴπερ] εἴπερ ἄρα al.268b 1. ἔστιν εἰς] ἔστιν Bekker errore typogr. ἀπὸ τοῦ μέσου, κάτω δὲ τὴν ἐπὶ τὸ μέσον. ὥστʼ ἀνάγκη πᾶσαν εἶναι τὴν ἀπλῆν φορὰν τὴν μὲν ἀπὸ τοῦ μέσου, τὴν δʼ ἐπὶ τὸ μέσον, τὴν δὲ περὶ τὸ μέσον. καὶ ἔοικεν ἠκολουθηκέναι καὶ κατὰ λόγον τοῦτο τοῖς ἐξ ἀρχῆς· τό τε γὰρ σῶμα ἀπετελέσθη ἐν τρισὶ καὶ ἡ κίνησις αὐτοῦ. ἐπεὶ δὲ τῶν σωμάτων τὰ μέν ἐστιν ἀπλᾶ τὰ δὲ σύνθετα ἐκ τούτων (λέγω δʼ ἀπλᾶ ὅσα κινήσεως ἀρχὴν ἔχει κατὰ φύσιν, οἷον πῦρ καὶ γῆν καὶ τὰ τούτων εἴδη καὶ τὰ συγγενῆ τούτοις), ἀνάγκη καὶ τὰς κινήσεις εἶναι τὰς μὲν ἁπλὰς τὰς δὲ μικτάς πως, καὶ τῶν μὲν ἁπλῶν ἁπλᾶς, μικτὰς δὲ τῶν συνθέτων, κινεῖσθαι 269 a δὲ κατὰ τὸ ἐπικρατοῦν. εἴπερ οὗν ἐστὶν ἁπλῆ κίνησις, ἁπλῆ δʼ ἡ κύκλῳ κίνησις, καὶ τοῷ τε ἁπλοῦ σώματος ἁπλῆ ἡ κίνησις καὶ ἡ ἁπλῆ κίνησις ἀπλοῷ σώματος (καὶ γὰρ ἂν συνθέτου ἡ, κατὰ τὸ ἐπικρατοῦν ἔσται), ἀναγκαῖον εἶναί τι σῶμα ἀπλοῦν ὃ πέφυκε φέρεσθαι τὴν κύκλῳ κίνησιν κατὰ τὴν αὐτοῦ φύσιν· βίᾳ μὲν γὰρ ἐνδέχεται τὴν ἄλλου καὶ ἑτέρου, κατὰ φύσιν δὲ ἀδύνατον, εἴπερ μία ἑκάστου κίνησις ἡ κατὰ φύσιν τῶν ἁπλῶν. ἔτι εἰ ἡ παρὰ φύσιν ἐναντία τῇ κατὰ φύσιν καὶ ἓν ἐνὶ ἐναντίον, ἀνάγκη, ἐπεὶ ἁπλῆ ἡ ωύκλῳ, εἰ μὴ ἔσται κατὰ φύσιν τοῦ φερομένου σώματος, παρὰ φύσιν αὐτοῖ εἶναι. εἰ οὖν πῦρ ἢ ἄλλο τι τῶν τοιούτων ἐστὶ τὸ κύκλῳ φερόμενον, ἐναντία ἡ κατὰ φύσιν αὐτοῦ φορὰ ἔσται τῇ κύκλῳ. ἀλλʼ ἦν ἐνὶ ἐναντίον· ὁ δʼ ἄνω καὶ κάτω ἀλλήλαις ἐναντίαι. εἰ δʼ ἕτερόν τί ἐστι σῶμα τὸ φερόμενον κύκλῳ παρὰ φύσιν, ἔσται τις αὐτοῷ ἄλλη κίνησις κατὰ φύσιν. τούτο δʼ ἐδόνατον· εἰ μὲν γὰρ ἡ ἄνω, πῦρ ἔσται ἤ ἀήρ, εἰ δʼ ἡ κάταω, ὕδωρ ἢ γῆ. ἀλλὰ μὴν καὶ πραώτην γε ἀναγκαῖον εἶναι τὴν τοιαότην φοράν. τὸ γὰρ τέλειον πρότερον τῇ φύσει τοῦ ἀτελοῦς, ὁ δὲ κύκλος τῶν τελείων, εὐθεῖα δὲ γραμμὴ οὐδεμία· οὕτε γὰρ ἡ ἄπειρος (ἔχοι γὰρ ἂν πέρας καὶ τέλος) οὔτε τῶν πεπερασμένων οὐδεμία (πασῶν γάρ 25 καὶ om. al. 269a 7. αὐτοῦ] ἑαυτοῦ al. τι ἐκτός· αὐξῆεαι γὰρ ἐνδέχεται ὁποιανοῦν). ὥστʼ εἴπερ ἡ μὲν προτέρα κίνησις προτέρου τῇ φύσει σώματος, ἡ δὲ κύκλῳ προτέρα τῆς εὐθείας, ἡ δʼ ἐπʼ εὐθείας τῶν ἁπλῶν σωμάτων ἐστί (τό τε γὰρ πῦρ ἐπʼ εὐθείας ἄνω φέρεται καὶ τὰ γεηρὰ κάτω πρὸς τὸ μέσον), ἀνάγκη καὶ τὴν κύκλῳ κίνησιν τῶν ἁπλῶν τινὸς εἶναι σωμάτων· τῶν γὰρ μικτῶν τὴνφορὰνἔφαμεν εἶναι κατὰ τὸ ἐπικρατοῦν ἐν τῇ μίξει τῶν ὅπλῶν. ἔκ τε δὴ τούτων φανερὸν ὅτι πέφυκέ τις οὐσία σώματος ἄλλη παρὰ τὰς ἐνταύθα συστάσεις, θειοτέρα καὶ προτέρα τούτων ἀπάντων, κἂν εἴ τις ἔτι λάβοι πᾶσαν εἶναι κίνησιν ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν, καὶ τὴν ἄλλῳ παρὰ φύσιν ἑτέρῳ κατὰ φύσιν, οἷον ἡ ἄνω καὶ ἡ κάτω πέπονθεν· ἡ μὲν γὰρ τῷ πυρί, ἡ δὲ τῇ γῇ παρὰ φύσιν καὶ κατὰ 2690b φύσιν· ὥστʼ ἀναγκαῖον καὶ τὴν κύκλῳ κίνησιν, ἐπειδὴ τούτοις παρὰ φύσιν, ἑτέρου τινὸς εἶναι κατὰ φύσιν. πρὸς δὲ τούτοις εἰ μέν ἐστιν ἡ κύκλῳ τινὶ φορὰ κατὰ φύσιν, δῆλον ὡς εἴη ἄν τι σῶμα τῶν ἁπλῶν καὶ πρώτων, ὃ πέφυκεν, ὥσπερ τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω, ἐκεῖνο κύκλῳ φέρεσθαι κατὰ φύσιν. εἰ δὲ παρὰ φύσιν φέρεται τὰ φερόμενα κύκλῳ τὴν πέριξ φοράν, θαυμαστὸν καὶ παντελῶς ἄλογον τὸ μόνην εἶναι συνεχῆ ταύτην τὴν κίνησιν καὶ ἀῖδιον, οὖσαν παρὰ φύσινʼ φαίνεται γὰρ ἔν γε τοῖς ἄλλοις τάχιστα φθειρόμενα τὰ παρὰ φύσιν. ὥστʼ εἴπερ ἐστὶ πῦρ τὸ φερόμενον, καθάπερ φασί τινες, οὐδὲν ἦττον αὐτῷ παρὰ φύσιν ἡ κίνησίς ἐστιν αὕτη ἢ ἡ κάτω· πυρὸς γὰρ κίνησιν ὁρῶμεν τὴν ἀπὸ τοῦ μέσου κατʼ εὐθεῖαν. διόπερ ἐξ ἀπάντων ἄν τις τούτων συλλογιζόμενος πιστεύσειεν ὡς ἔστι τι παρά τὰ σώματα τὰ δεὔρο καὶ περὶ ἡμὰς ἕτερον κεχοωρισμένον, τοσούτῳ τιμιωτέραν ἔχον τὴν φύσιν ὅσῳπερ ἀφέστηκε τῶν ἐνταῦθα πλεῖον. 28 προτέρου addidi (Simpl. verba Aristotelis curcumscribit: ἀνάγκη καὶ τὴν κόκλῳ κίνησιν τῶν ἁπλῶν τινὸς εἶναι σωμάτων ἄλλου παρὰ τα ὑπὸ σελήνην). 269b 9. γε] τε cod. E et Simpl.