Ἡ περὶ φύσεως ἐπιστήμη σχεδὸν ἡ πλείστη φαίνεται περί 238 a τε σώματα καὶ μεγέθη καὶ τὰ τούτων οὖσα πάθη καὶ τὰς κινήσεις, ἔτι δὲ περὶ τὰς ἀρχάς, ὅσαι τῆς τοιαύτης οὐσίας εἰσίν· τῶν γὰρ φύσει συνεστώτων τὰ μέν ἐστι σώματα καὶ μεγέθη, τὰ δʼ ἔχει σῶμα καὶ μέγεθος, τὰ δʼ ἀρχαὶ τῶν ἐχόντων  είσίν. συνεχὲς μὲν οὖν ἐστὶ τὸ διαιρετὸν εἰς ἀεὶ διαιρετά, σῶμα δὲ τὸ πάντῃ διαιρετόν. μεγέθους δὲ τὸ μὲν ἐφʼ ἓν γραμμή, τὸ δʼ ἐπὶ δύο ἐπύτεδον, τὸ δʼ ἐπὶ τρία σῶμα. καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλο μέγεθος διὰ τὸ τὰ τρία πάντα εἶναι καὶ τὸ τρὶς πάντη. καθάπερ γάρ φασι καὶ οἱ Πυθαγόρειοι, τὸ πἄν καὶ τὰ πάντα τοῖς τρισὶν ὥρισται· τελευτὴ γὰρ καὶ μέσον καὶ ἀρχὴ τὸν ἀριθμὸν ἔχει τὸν τοῦ παντός, ταῦτα δὲ τὸν τῆς τριάδος. διὸ παρὰ τῆς φύσεως εἰληφότες ὥσπερ νόμους ἐκείνης, καὶ πρὸς τὰς ἁγιστείας χροώμεθα τῶν θεῶν τῷ ἀριθμῷ τούτῳ. ἀποδίδομεν δὲ καὶ τὰς προσηγορίας τὸν τρόπον τοῦτον· τὰ γὰρ δύο ἄμφω μὲν λέγομεν καὶ τούς δύο ἀμφοτέρους, πάντας δʼ οὐ λέγομεν, ἀλλὰ κατὰ τῶν τριῶν ταύτην τὴν προσηγορίαν εἰλήφαμεν πρῶτον. ταῦτα δʼ, ὥσπερ εἴρηται, διὰ τὸ τὴν φύσιν αὐτὴν οὕτοως ἐπάγειν ἀκολουθοῦμεν. ὥστʼ ἐπεὶ τὰ πάντα καὶ τὸ πᾶν Cod. E (Parisiensis 1853). 18 εἰλήφαμεν] φαμὲν vel κατάφαμεν al. Aristot. de coelo rec Prant1. καὶ τὸ τελείαν οὐ λατα τὴν ἰδέαν διαφέρουσιν ἀλλήλων, ἀλλʼ εἴπερ, ἔν τῇ ὕiρ καὶ ἐφʼ ὧν λέγονται, τὸ σῶμα μόνον ἂν εἴη τῶν μεγεθῶν τέλειον· μόνον γὰρ ὥρισται τοῖς τρισίν. τοῦτο δʼ ἐστὶ πᾶν. τριχῇ δὲ ὄν διαιρετὸν πάντῃ διαιρετόν ἐστιν· τῶν δʼ ἄλλων τὸ μὲν ἐφʼ ἕν, τὸ δʼ ἐπὶ δύο· ὡς γὰρ τοῦ ἀριθμοῦ τετυχήκασιν, οὕτω καὶ τῆς διαιρέσεως καὶ τοῦ συνεχοῦς· τὸ μὲν γὰρ ἐφʼ ἓν συνεχές, τὸ δʼ ἐπὶ δύο, τὸ δὲ πάντη τοιοῦτον. ὅσα μὲν οὖν διαιρετὰ τῶν μεγεθῶν, καὶ συνεχῆ ταῦτα. εἰ δὲ καὶ τὰ συνεχῆ πάντα διαιρετά, οὔπαω δῆλον ἐκ τῶν νῦν· ἀλλʼ ἐκεῖνο μὲν δῆλον, ὡς οὐκ 268b ἔστιν εἰς ἄλλο γένος μετάβασις, ὥσπερ ἐκ μήκους εἰς ἐπιφάνειαν, εἰς δὲ σῶμα ἐξ ἐπιφανείας· οὐ γὰρ ἂν ἔτι τὸ τοιοῦτον τέλειον εἴη μέγεθος· ἀνάγκη γὰρ γίγνεσθαι τὴν ἔκβασιν κατὰ τὴν ἔλλειψιν,, οὐχ οἷόν τε δὲ τὸ τέλειον ἐλλείπειν· πάντῃ γάρ ἐστιν. τῶν μὲν οὖν ἐν μορίου εἴδει σωμάτων κατὰ τὸν λόγον ἕκαστον τοιοῦτόν ἐστιν. πάσας γὰρ ἔχει τὰς διαστάσεις. ἀλλʼ ὥρισται πρὸς τὸ πλησίον ἀφῇ, διὸ τρόπον τινὰ πολλά τῶν σωμάτων ἕκαστόν ἐστιν. τὸ δὲ ετᾶν οὗ ταῦτα μόρια, τέλειον ἀναγκαῖον εἶναι καὶ καθάπερ τοὔνομα σημαίνει πάντῃ, καὶ μὴ τῇ μὲν τῇ δʼ οὔ.