<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="67"><p>Φανερώτατον δὲ τοῦτʼ ἐστὶν ἐπὶ τοῦ κεράμου· πᾶς γάρ ὁ ἐκ πληγῆς ῥαγεὶς ποιεῖ τὸν ἧχον σαθρόν, διασπωμένης τῆς κινήσεως κατὰ τὴν πληγήν, ὥστε μηκέτι γίγνεσθαι τοὺς ἐκπίπτοντας ἤχους συνεχεῖς. Ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐρρωγότων κεράτων καὶ ἐπὶ τῶν χορδῶν τῶν παρανενευρισμένων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="68"><p>Ἐπὶ πάντων γὰρ τῶν τοιούτων μέχρι μέν <milestone unit="page" resp="Bekker" n="804b"/> τινος ὁ ἦχος φέρεται συνεχής, ἔπειτα διασπᾶται, καθʼ ὅ τι ὅν ᾖ μὴ συνεχὲς τὸ ὑποκείμενον, ὥστε μὴ μίαν γίγνεσθαι πληγὴν ἀλλὰ διεσπασμένην, καὶ φαίνεσθαι τὸν ἦχον σαθρόν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="69"><p>Σχεδὸν γὰρ παραπλήσιαι τυγχάνουσιν οὗσαι ταῖς τραχείαις· πλὴν ἐκεῖναι μέν εἰσιν ἀπʼ ἀλλήλων κατὰ μικρὰ μέρη διεσπασμέναι, τῶν δὲ σαθρῶν αἱ πλεῖσται τὰς μὲν ἀρχὰς ἔχουσι συνεχεῖς, ἔπειτʼ εἰς πλείω μέρη τὴν διαίρεσιν λαμβάνουσιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="70"><p>Δασεῖαι δʼ εἰσὶ τῶν φωνῶν ὅσαις ἔσωθεν τὸ πνεῦμα εὐθέως συνεκβάλλομεν μετὰ τῶν φθόγγων, ψιλαὶ δʼ εἰσὶ τοὐναντίον ὅσαι γίγνονται χωρὶς τῆς τοῦ πνεύματος ἐκβολῆς. Ἀπορρήγνυσθαι δὲ συμβαίνει τὰς φωνάς, ὅταν μηκέτι δύνωνται τὸν ἀέρα μετὰ πληγῆς ἐκπέμπειν, ἀλλʼ ὁ περὶ τὸν πνεύμονα τόπος αὐτῶν ὑπὸ τῆς διαστάσεως ἐκλυθῇ.</p></div></div></body></text></TEI>