<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="63"><p>Φανερὸν δʼ ἐστίν· καὶ γὰρ ἄν πιέσῃ τις τὰ ζεύγη, μᾶλλον ὀξντέρα ἡ φωνὴ γίγνεται καὶ λεπτοτέρα. Κἂν κατασπάσῃ τις τὰς σύριγγας, κἂν δὲ ἐπιλάβῃ, παμπλείων ὁ ὄγκος γίγνεται τῆς φωνῆς διὰ τὸ πλῆθος τοῦ πνεύματος, καθάπερ καὶ ἀπὸ τῶν παχυτέρων χορδῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="64"><p>Παχεῖαι δὲ γίγνονται καὶ τῶν τραγιζόντων καὶ τῶν βραγχιώντων, καὶ μετὰ τοὺς ἐμέτους, διὰ τὴν τραχύτητα τῆς ἀρτηρίας καὶ διὰ τὸ μὴ ὑπεξάγειν ἀλλʼ αὐτοῦ προσκόπτουσαν ἀνειλεῖσθαι τὴν φωνὴν καὶ λαμβάνειν ὄγκον, καὶ μάλιστα διὰ τὴν ὑγρότητα τοῦ σώματος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="65"><p>Λιγυραὶ δʼ εἰσὶ τῶν φωνῶν αἰ λεπταὶ καὶ πυκναί, καθάπερ καὶ ἐπὶ τῶν τεττίγων καὶ τῶν ἀκρίδων καὶ αἱ τῶν ἀηδόνων, καὶ ὅλως. ὅσαις λεπταῖς οὔσαις μηθεὶς ἀλλότριος ἧχος παρακολουθεῖ. Ὄλως γὰρ οὐκ ἔστιν οὔτʼ ἐν ὄγκῳ φωνῆς τὸ λιγυρόν, οὔτʼ ἐν τόνοις ἀνιεμένοις καὶ βαρέσιν, οὔτʼ ἐν ταῖς τῶν φθόγγων ἁφαῖς, ἀλλὰ μάλλον ὀξύτητι καὶ λεπτότητι καὶ ἀκριβείᾳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="66"><p>Διὸ καὶ τῶν ὀργάνων τὰ λεπτὰ καὶ σύντονα καὶ μὴ ἔχοντα κέρας τὰς φωνὰς ἔχει λιγυρωτέρας· ὁ γὰρ ἀπὸ τῶν ὑδάτων ἧχος, καὶ ὅλως ὅταν ἀπό τινος γιγνόμενος παρακολουθῇ, συνέχει τὴν ἀκρίβειαν <pb facs="operaexrecension06arisuoft_0044"/> τῶν φθόγγων. Σαθραὶ δʼ εἰσὶ καὶ παρερρυηκυῖαι τῶν φωνῶν ὅσαι μέχρι τινὸς φερόμεναι συνεχεῖς διασπώνται.</p></div></div></body></text></TEI>