<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="26"><p>Δῆλον δέ· τὸ γὰρ τελευταῖον αἱ φωναὶ πᾶσαι γίγνονται κωφαί, τοῦ ἀέρος ἤδη διαχεομένου. Δῆλον δʼ ἐστὶ κἀπὶ τῶν αὐλῶν. Τὰ γὰρ ἔχοντα τῶν δευτέρων τὰς γλώττας πλαγίας μαλακωτέραν μὲν ἀποδίδωσι τὴν φωνήν, οὐχ ὁμοίως δὲ λαμπράν· τὸ γὰρ πνεῦμα φερόμενον εὐθέως εἰς εὐρυχωρίαν ἐμπίπτει, καὶ οὐκέτι φέρεται σύντονον οὐσὲ συνεστηκός, ἀλλὰ διεσκεδασμένον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="27"><p>Ἐν δὲ ταῖς σκληροτέραις γλώτταις ἡ φωνὴ γίνεται σκληροτέρα καὶ λαμπροτέρα, ἂν πιέσῃ τις αὐτὰς μᾶλλον τοῖς χείλεσι, διὰ τὸ φέρεσθαι τὸ πνεῦμα βιαιότερον. Αἱ μὲν οὖν λαμπραὶ τῶν φωνῶν γίγνονται <milestone unit="page" resp="Bekker" n="802a"/> διὰ τὰς εἰρημένας αἰτίας· παρὸ καὶ δοκοῦσιν οὐ χείρους εἶναι τῶν λευκῶν αἱ καλούμεναι φαιαί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="28"><p>Πρὸς γὰρ τὰ πάθη καὶ τὰς <pb facs="operaexrecension06arisuoft_0038"/> πρεσβυτέρας ἡλικίας μᾶλλον ἁρμόττουσιν αἱ τραχύτεραι καὶ μικρὸν ὑποσυγκεχυμέναι καὶ μὴ λίαν ἔχουσαι τὸ λαμπρὸν ἐκφανές. Ἅμα δὲ καὶ διὰ τὴν συντονίαν οὐχ ὁμοίως εἰσὶν εὐπειθεῖς. Τὸ γὰρ βίᾳ φερόμενον δυσταμίευτον. Οὔτε γὰρ ἐπιτεῖναι ῥᾴδιον, ὡς βούλεταί τις, οὔτε ἀνιέναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="29"><p>Ἐπὶ δὲ τῶν αὐλῶν γίγνονται αἱ φωναὶ λαμπραί, καὶ τῶν ἄλλων ὀργάνων, ὅταν τὸ ἐκπῖπτον πνεῦμα πυκνὸν ᾖ καὶ σύντονον. Ἀνάγκη γὰρ καὶ τοῦ ἔξωθεν ἀέρος τοιαύτας γίγνεσθαι τὰς πληγάς, καὶ μάλιστα τὰς φωνὰς οὕτω διαπέμπεσθαι συνεστώσας πρὸς τὴν ἀκοήν, ὥσπερ καὶ τὰς ὀσμὰς καὶ τὸ φῶς καὶ τὰς θερμότητας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="30"><p>Καὶ γὰρ πάντα ταῦτα ἀραιότερα φαινόμενα πρὸς τὴν αἴσθησιν ἀσημότερα γίγνεται, καθάπερ καὶ οἱ χυλοὶ κραθέντες τῷ ὕδατι καὶ ἑτέροις χυλοῖς. Τὸ γὰρ ἑαυτοῦ παρέχον αἴσθησιν ἀσαφεῖς ἑκάστῳ ποιεῖ τὰς δυνάμεις.</p></div></div></body></text></TEI>