<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="19"><p>Δῆλον δʼ ἐστίν· ὅταν γάρ τις λαβὼν κέραμον ἢ αὐλὸν ἢ σάλπιγγα, προσθείς τε ἑτέρῳ πρὸς τὴν ἀκοήν, διὰ τούτων λαλῇ, πάσαι δοκοῦσιν αἱ φωναὶ παντελῶς εἶναι πλησίον τῆς ἀκοῆς διὰ τὸ μὴ σκεδάννυσθαι τὸν ἀέρα φερόμενον, ἀλλὰ διατηρεῖσθαι τὴν φωνὴν ὁμοίαν ὑπὸ τοῦ περιέχοντος ὀργάνου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="20"><p>Καθάπερ οὖν καὶ ἐπὶ τῆς γραφῆς, ὅταν τις τοῖς χώμασι τὸ μὲν ὅμοιον ποιήσῃ τῷ πόρρω τὸ δὲ τῷ πλήσιον, τὸ μὲν ἡμῖν ἀνακεχωρηκέναι δοκεῖ τῆς γραφῆς τὸ δὲ προέχειν, ἀμφοτέρων αὐτῶν ὄντων ἐπὶ τῆς αὐτῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῶν ψόφων καὶ τῆς φωνῆς, ὅταν μὲν ἤδη διαλελυμένη προσπίπτῃ πρὸς τὴν ἀκοὴν ἡ δέ τις συνεχής, ἀμφοτερων αὐτῶν ἀφικνουμένων πρὸς τὸν αὐτὸν τόπον, ἡ μὲν ἀφεστηκέναι πόρρω δοκεῖ τῆς ἀκοῆς ἡ δʼ εἶναι σύνεγγυς, διὰ τὸ τὴν μέντοι πόρρωθεν <milestone unit="page" resp="Bekker" n="801b"/> ὁμοίαν εἶναι, τὴν δὲ πλησίον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="21"><p>Σαφεῖς δὲ μάλιστα αἱ φωναὶ γίγνονται παρὰ τὴν ἀκρίβειαν τὴν τῶν φθόγγων. Ἀδύνατον γὰρ μὴ τελέως τούτων διηρθρωμένων τὰς φωνὰς εἶναι σαφεῖς, καθάπερ καὶ τὰς τῶν δακτυλίων σφραγῖδας, ὅταν μὴ διατυπωθῶσιν ἀκριβῶς. Διόπερ οὔτε τὰ παιδία δύνανται διαλέγεσθαι σαφῶς, οὔτε οἱ μεθύοντες, οὔτε οἱ γέροντες, οὔθʼ ὅσοι φύσει τραυλοὶ τυχάνουσιν ὄντες, οὔθʼ ὅλως ὅσων εἰσὶν αἱ γλῶτται καὶ τὰ στόματα δυσκίνητα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="22"><p>Ὥσπερ γὰρ καὶ τὰ χαλκεῖα καὶ τὰ κέρατα συνηχοῦντα ποιεῖ τοὺς ἀπὸ τῶν ὀργάνων φθόγγους σαφεστέρους, οὕτως καὶ ἐπὶ τῆς διατοῦ <pb facs="operaexrecension06arisuoft_0037"/> λέκτου πολλὴν ἀσάφειαν ἀπεργάζεται τὰ ἐκπίπτοντα τῶν πνευμάτων ἐκ τοῦ στόματος, ὅταν μὴ διατυπωθῶσιν ὁμοίως.</p></div></div></body></text></TEI>