<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="1"><milestone unit="page" resp="Bekker" n="800a"/><p>Τὰς δὲ φωνὰς ἁπάσας συμβαίνει γίγνεσθαι καὶ τοὺς ψόφους ἢ τῶν σμάτων ἢ τοῦ ἀέρος πρὸς τὰ σώματα προσπίπτοντος, οὐ τῷ τὸν ἀέρα σχηματίζεσθαι, καθάπερ οἴονταί τινες, ἀλλὰ τῷ κινεῖσθαι παραπλησίως αὐτὸν συστελλόμενον καὶ κτεινόμενον καὶ καταλαμβανόμενον, ἔτι δὲ συγκρούοντα διὰ τὰς τοῦ πνεύματος καὶ τῶν χορδῶν γιγνομένας πληγάς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="2"><p>Ὅταν γὰρ τὸν ἐφεξῆς ἀέρα πλήξῃ τὸ πνεῦμα τὸ ἐμπῖπτον αὐτῷ, ὁ ἀὴρ ἤδη φέρεται βίᾳ, τὸν ἐχόμενον αὑτοῦ προωθῶν ὁμοίως, ὥστε πάντη τὴν φωνὴν διατείνειν τὴν αὐτόν, ἐφʼ ὅσον συμβαίνει γίγνεσθαι καὶ τοῦ ἀέρος τὴν κίνησιν. Διαχεῖται γὰρ ἐπὶ πλέονα ἡ βία τῆς κινήσεως αὐτοῦ γιγνμμένης, ὥσπερ καὶ τὰ πνεύματα τὰ ἀπὸ τῶν ποταμῶν καὶ ἀπὸ τῆς χώρας ἀποπνέοντα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="3"><p>Τῶν δὲ φωνῶν τυφλαὶ μέν είσι καὶ νεφώδεις ὅσαι τυγχάνουσιν αὐτοῦ καταπεπνιγμνέναι· λαμπραὶ δὲ οἶσαι πόρρω διατείνουσι, καὶ πάντα πληροῦσι τὸν συνεχῆ τόπον, Ἀναπνέομεν δὲ τὸν μὲν ἀέρα πάντες τὸν αὐτόν, τὸ δὲ πνεῦμα καὶ τὰς φωνὰς ἐκπέμπομεν ἀλλοίας διὰ τὰς τῶν ὑποκειμένων ἀγγείων διαφοράς, δι' ὧν ἑκάστου τὸ πνεῦμα περαιοῦται [τὰ] πρὸς τὸν ἔξω τόπον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="4"><p>Ταῦτα δέ ἐστιν ἥ τε ἀρτηρία καὶ ὁ πνεύμων καὶ τὸ στόμα. Πλείστην μὲν οὖν διαφορὰν ἀπεργάζονται τῆς φωνῆς αἵ τε τοῦ ἀέρος πληγαὶ καὶ οἱ τοῦ στόματος σχηματισμοί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg004.1st1K-grc1" n="5"><p>Φανερὸν δʼ ἐστίν· καὶ γὰρ τῶν φθόγγων αἱ διαφοραὶ πάσαι γίγνονται διὰ ταύτην τὴν αἰτίαν, καὶ τούς αὐτοὺς ὁρῶμεν μιμουμένους καὶ ἵππων φωνὰς καὶ βατράχων καὶ ἀηδόνων καὶ γεράνων καὶ τῶν ἄλλων ζῴων σχεδὸν ἀπάντων, τῷ αὐτῷ χρωμένους πνεύματι καὶ ἀρτηρίᾳ, παρὰ τὸ τὸν ἀέρα διαφόρως ἐκπέμπειν αὐτοὺς ἐκ τοῦ στόματος.</p></div></div></body></text></TEI>