φυλαὶ δʼ ἦσαν δ καθάπερ πρότερον, καὶ φυλοβασιλεῖς τέτταρες. ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθʼ ἑκάστην· ἦν δʼ ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπάνας τὰς γιγνομένας· διὸ καὶ ἐν τοῖς νόμοις τοῖς Σόλωνος οἷς οὐκέτι χρῶνται πολλαχοῦ γέγραπται, τοὺς ναυκράρους εἰσπράττειν, καὶ ἀναλίσκειν ἐκ τοῦ ναυκραρικοῦ ἀργυρίου.