<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0086.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg003.perseus-grc2" n="12"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0086.tlg003.perseus-grc2:12" n="4"><p>πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον, ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν·<quote><lg type="iambics"><l>ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον</l><l>δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;</l><l>συμμαρτυροίη ταῦτʼ ἂν ἐν δίκῃ Χρόνου</l><l>μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων</l><l>ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε</l><l>ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας,</l><l>πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.</l><l>πολλοὺς δʼ Ἀθήνας, πατρίδʼ εἰς θεόκτιτον,</l><l>ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,</l><l>ἄλλον δικαίως, τοὺς δʼ ἀναγκαίης ὑπὸ</l><l>χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτʼ Ἀττικὴν</l><l>ἱέντας, ὡς ἂν πολλαχῇ πλανωμένους·</l><l>τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα</l><l>ἔχοντας, ἤθη δεσποτῶν τρομευμένους,</l><l>ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει</l><l>νομοῦ βίην τε καὶ δίκην συναρμόσας</l><l>ἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην.</l><l>θεσμοὺς δʼ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ,</l><l>εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην,</l><l>ἔγραψα. κέντρον δʼ ἄλλος ὡς ἐγὼ λαβών,</l><l>κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,</l><l>οὐκ ἂν κατέσχε δῆμον. εἰ γὰρ ἤθελον</l><l>ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,</l><l>αὖθις δʼ ἃ τοῖσιν οὕτεροι φρασαίατο,</l><l>πολλῶν ἂν ἀνδρῶν ἥδʼ ἐχηρώθη πόλις.</l><l>τῶν οὕνεκʼ ἀλκὴν πάντοθεν ποιούμενος</l><l>ὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος.</l></lg></quote> <note resp="Perseus"><bibl n="Sol. Fr. 36">σολον φρ. 36</bibl></note> </p></div></div></div></body></text></TEI>