<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="91">πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν</l><l n="92">ἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας—</l><l n="93">ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.</l></sp><milestone n="94" unit="card"/><sp><speaker>Κλυταιμήστρας Εἴδωλον</speaker><l n="94">εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;</l><l n="95">ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη</l><l n="96">ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον</l><l n="97">ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,</l><l n="98">αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι</l><l n="99">ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·</l><l n="100">παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,</l><l n="101">οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,</l><l n="102">κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.</l><l n="103">ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.</l><l n="104">εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,</l><l n="105">ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν.</l><l n="106"><milestone ed="P" unit="para"/>ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,</l><l n="107">χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,</l><l n="108">καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς</l><l n="109">ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.</l><l n="110">καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.</l><l n="111">ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,</l><l n="112">καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων</l><l n="113">ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.</l><l n="114">ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ</l><l n="115">ψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί.</l><l n="116">ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.</l></sp><sp><speaker>Χορός</speaker><l n="117">(μ̔υγμός.)</l></sp><sp><speaker>Κλυταιμήστρας Εἴδωλον</speaker><l n="118">μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·</l><l n="119">φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.</l></sp><sp><speaker>Χορός</speaker><l n="120">(μ̔υγμός.)</l></sp></div></div></body></text></TEI>