πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας— ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ. Κλυταιμήστρας Εἴδωλον εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ; ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο· παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα. ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ ψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ. Χορός (μ̔υγμός.) Κλυταιμήστρας Εἴδωλον μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω· φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες. Χορός (μ̔υγμός.)