καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος ἐν γᾷ τᾷδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ δίκα, πέδον ἐπισύμενος βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. στενάζω· τί ῥέξω; γελῶμαι πολίταις. δύσοισθʼ ἅπαθον. ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. Ἀθηνᾶ ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν. οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκη ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν· ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαν τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα, βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις ἕξειν ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας. Χορός ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.