τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα, βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία. Ἀθηνᾶ ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην· ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. Ὀρέστης ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους. γαίας πατρῴας ἐστερημένον σύ τοι κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ, Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν. ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ. αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ἀμηχάνοισι πράξομεν δυσπραξίαις, ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος· ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί, αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι. καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς· πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις, σωτήριόν τε καὶ δορὸς νικηφόρον. Χορός ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους