<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="719">λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης</l><l n="720">βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="721">ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις</l><l n="722">θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.</l></sp><sp><speaker>Χορός</speaker><l n="723">τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·</l><l n="724">Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="725">οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν,</l><l n="726">ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;</l></sp><sp><speaker>Χορός</speaker><l n="727">σύ τοι παλαιὰς διανομὰς καταφθίσας</l><l n="728">οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="729">σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος</l><l n="730">ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.</l></sp><sp><speaker>Χορός</speaker><l n="731">ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,</l><l n="732">δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,</l><l n="733">ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.</l></sp><sp><speaker>Ἀθηνᾶ</speaker><l n="734">ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην.</l><l n="735">ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι.</l><l n="736">μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο,</l><l n="737">τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,</l><l n="738">ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.</l><l n="739">οὕτω γυναικὸς οὐ προτιμήσω μόρον</l><l n="740">ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.</l><l n="741">νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.</l><l n="742"><milestone ed="P" unit="para"/>ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,</l><l n="743">ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.</l></sp><milestone n="744" unit="card"/><sp><speaker>Ὀρέστης</speaker><l n="744">ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;</l></sp><sp><speaker>Χορός</speaker><l n="745">ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε;</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="746">νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν.</l></sp><sp><speaker>Χορός</speaker><l n="747">ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="748">πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,</l></sp></div></div></body></text></TEI>