λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν. Ἀπόλλων ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ. Χορός τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις· Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. Ἀπόλλων οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν, ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι; Χορός σύ τοι παλαιὰς διανομὰς καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς. Ἀπόλλων σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. Χορός ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. Ἀθηνᾶ ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην. ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο, τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω μόρον ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ. ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους, ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος. Ὀρέστης ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται; Χορός ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε; Ὀρέστης νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν. Χορός ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. Ἀπόλλων πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,