<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="689">Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος</l><l n="690">πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας</l><l n="691">ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν</l><l n="692">σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,</l><l n="693">αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους</l><l n="694">κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ</l><l n="695">λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν.</l><l n="696"><milestone ed="P" unit="para"/>τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον</l><l n="697">ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,</l><l n="698">καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.</l><l n="699">τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;</l><l n="700">τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας</l><l n="701">ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον</l><l n="702">ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,</l><l n="703">οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.</l><l n="704">κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,</l><l n="705">αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ</l><l n="706">ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.</l><l n="707"><milestone ed="P" unit="para"/>ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν</l><l n="708">ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ</l><l n="709">καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην</l><l n="710">αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.</l></sp><milestone n="711" unit="card"/><sp><speaker>Χορός</speaker><l n="711">καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς</l><l n="712">ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="713">κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς</l><l n="714">ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.</l></sp><sp><speaker>Χορός</speaker><l n="715">ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις,</l><l n="716">μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="717">ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων</l><l n="718">πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;</l></sp></div></div></body></text></TEI>