Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν. τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν. τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν; τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει, οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. Χορός καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι. Ἀπόλλων κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι. Χορός ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις, μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων. Ἀπόλλων ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;