<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="659">τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.</l><l n="660">τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη</l><l n="661">ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.</l><l n="662">τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.</l><l n="663">πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλας</l><l n="664">μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,</l><l n="665">οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη,</l><l n="666">ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.</l><l n="667"><milestone ed="P" unit="para"/>ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι,</l><l n="668">τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,</l><l n="669">καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον,</l><l n="670">ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου</l><l n="671">καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά,</l><l n="672">καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοι</l><l n="673">στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.</l></sp><milestone n="674" unit="card"/><sp><speaker>Ἀθηνᾶ</speaker><l n="674">ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρειν</l><l n="675">ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;</l></sp><sp><speaker>Χορός</speaker><l n="676">ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.</l><l n="677">μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.</l></sp><sp><speaker>Ἀθηνᾶ</speaker><l n="678">τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ, ἄμομφος ὦ;</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="679">ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳ</l><l n="680">ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.</l></sp><sp><speaker>Ἀθηνᾶ</speaker><l n="681">κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,</l><l n="682">πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.</l><l n="683">ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ</l><l n="684">αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.</l><l n="685">πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδραν</l><l n="686">σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον</l><l n="687">στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν</l><l n="688">τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,</l></sp></div></div></body></text></TEI>