<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="629">ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοι</l><l n="630">ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.</l><l n="631"><milestone ed="P" unit="para"/>ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα</l><l n="632"><sic>τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη,</sic></l><l n="633"><sic>δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι</sic></l><l n="634"><sic>φᾶρος περεσκήνωσεν</sic>, ἐν δʼ ἀτέρμονι</l><l n="635">κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ.</l><l n="636"><milestone ed="P" unit="para"/>ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος</l><l n="637">τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.</l><l n="638">ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,</l><l n="639">ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.</l></sp><milestone n="640" unit="card"/><sp><speaker>Χορός</speaker><l n="640">πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·</l><l n="641">αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον.</l><l n="642">πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;</l><l n="643">ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="644">ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,</l><l n="645">πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος</l><l n="646">καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·</l><l n="647">ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις</l><l n="648">ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις.</l><l n="649">τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ</l><l n="650">οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω</l><l n="651">στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.</l></sp><sp><speaker>Χορός</speaker><l n="652">πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα·</l><l n="653">τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι</l><l n="654">ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός;</l><l n="655">ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;</l><l n="656">ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="657">καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ.</l><l n="658">οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου</l></sp></div></div></body></text></TEI>