ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοι ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη, δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι φᾶρος περεσκήνωσεν , ἐν δʼ ἀτέρμονι κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ. ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν. ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς, ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην. Χορός πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ· αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον. πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις; ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι. Ἀπόλλων ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν, πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος· ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις. τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει. Χορός πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα· τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός; ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; ποία δὲ χέρνιψ φρατέρων προσδέξεται; Ἀπόλλων καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ. οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου