<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="61">αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.</l><l n="62">ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος</l><l n="63">καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.</l></sp><milestone n="64" unit="card"/><sp><speaker>Ἀπόλλων</speaker><l n="64">οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ</l><l n="65">ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν</l><l n="66">ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.</l><l n="67">καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·</l><l n="68">ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,</l><l n="69">γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται</l><l n="70">θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.</l><l n="71">κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν</l><l n="72">σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,</l><l n="73">μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.</l><l n="74">ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.</l><l n="75">ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς</l><l n="76">βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα</l><l n="77">ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.</l><l n="78">καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος</l><l n="79">πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν</l><l n="80">ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.</l><l n="81">κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους</l><l n="82">μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,</l><l n="83">ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·</l><l n="84">καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="85">ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·</l><l n="86">ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.</l><l n="87">σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="88">μέμνησο, μὴ φόβος σε νικάτω φρένας.</l><l n="89">σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,</l><l n="90">Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος</l></sp></div></div></body></text></TEI>