αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ. ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. Ἀπόλλων οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς· ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι, γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε. κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός, μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ. ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες μηχανὰς εὑρήσομεν, ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων· καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας. Ὀρέστης ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν· ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. Ἀπόλλων μέμνησο, μὴ φόβος σε νικάτω φρένας. σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος