νεκροῖσί νυν πέπισθι μητέρα κτανών. Ὀρέστης δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. Χορός πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. Ὀρέστης ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν. Χορός τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ. Ὀρέστης τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ; Χορός οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. Ὀρέστης ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι; Χορός πῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε, ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον; Ὀρέστης ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι, Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα. ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ δοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω. Ἀπόλλων λέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγαν θεσμὸν δικαίως,—μάντις ὢν δʼ οὐ ψεύσομαι. οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν, βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός· ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. Χορός Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε, φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; Ἀπόλλων οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,