ὑπέρτονον γήρυμα φαινέτω στρατῷ. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον καὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη. Χορός ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει. τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. Ἀπόλλων καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ ἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος— καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχω τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγε ὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην. Ἀθηνᾶ ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην· ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων γένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος. Χορος πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς τὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας. Ὀρέστης ἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει. Χορός ἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων. Ὀρέστης οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. Χορός εἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες. Ὀρέστης λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών. Χορός πρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν; Ὀρέστης τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. Χορός ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; Ὀρέστης καὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι. Χορός ἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα. Ὀρέστης πέποιθʼ. ἀρωγὰς δʼ ἐκ τάφου πέμψει πατήρ.