βωμὸν αἴδεσαι Δίκας· μηδέ νιν κέρδος ἰδὼν ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς· ποινὰ γὰρ ἐπέσται. κύριον μένει τέλος. πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων καὶ ξενοτί- μους δόμων ἐπιστροφὰς αἰδόμενός τις ἔστω. Χορός ἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢν οὐκ ἄνολβος ἔσται· πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο. τὸν ἀντίτολμον δέ φαμι παρβάταν ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας βιαίως ξὺν χρόνῳ καθήσειν λαῖφος, ὅταν λάβῃ πόνος θραυομένας κεραίας. Χορός καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ δυσπαλεῖ τε δίνᾳ· γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ, τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοις δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν· διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον ἕρματι προσβαλὼν δίκας ὤλετʼ ἄκλαυτος, αἶστος. Ἀθηνᾶ κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ, ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,