ξυμφορᾷ τετυμμένος, τοῦτʼ ἔπος θροούμενος, ὦ δίκα, ὦ θρόνοι τʼ Ἐρινύων. ταῦτά τις τάχʼ ἂν πατὴρ ἢ τεκοῦσα νεοπαθὴς οἶκτον οἰκτίσαιτʼ, ἐπει- δὴ πίτνει δόμος δίκας. Χορός ἔσθʼ ὅπου τὸ δεινὸν εὖ, καὶ φρενῶν ἐπίσκοπον δεῖ μένειν καθήμενον. ξυμφέρει σωφρονεῖν ὑπὸ στένει. τίς δὲ μηδὲν ἐν δέει καρδίαν ἂν ἀνατρέφων ἢ πόλις βροτός θʼ ὁμοί- ως ἔτʼ ἂν σέβοι δίκαν; Χορός μήτʼ ἀνάρχετον βίον μήτε δεσποτούμενον αἰνέσῃς. παντὶ μέσῳ τὸ κράτος θεὸς ὤπασεν, ἄλλʼ ἄλλᾳ δʼ ἐφορεύει. ξύμμετρον δʼ ἔπος λέγω, δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως· ἐκ δʼ ὑγιεί- ας φρενῶν ὁ πάμφιλος καὶ πολύευκτος ὄλβος. Χορός ἐς τὸ πᾶν δέ σοι λέγω,