<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="449">ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου</l><l n="450">σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.</l><l n="451">πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα</l><l n="452">οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.</l><l n="453"><milestone ed="P" unit="para"/>ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.</l><l n="454">γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.</l><l n="455">Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,</l><l n="456">Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,</l><l n="457">ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν</l><l n="458">ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν</l><l n="459">εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ</l><l n="460">μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν</l><l n="461">κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.</l><l n="462">κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,</l><l n="463">ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,</l><l n="464">ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.</l><l n="465">καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,</l><l n="466">ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,</l><l n="467">εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους.</l><l n="468">σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·</l><l n="469">πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.</l></sp><milestone n="470" unit="card"/><sp><speaker>Ἀθηνᾶ</speaker><l n="470">τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε</l><l n="471">βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις</l><l n="472">φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·</l><l n="473">ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς</l><l n="474">ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·</l><l n="475">οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει.</l><l n="476">αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,</l><l n="477">καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,</l><l n="478">χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων</l></sp></div></div></body></text></TEI>