ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω. γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα. Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς, Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην· πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω. Ἀθηνᾶ τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις φόνου διαιρεῖν ὀξυμηνίτου δίκας· ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις· οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει. αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων