<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="antistrophe" n="4"><sp><l n="389">τίς οὖν τάδʼ οὐχ ἅζεταί</l><l n="390">τε καὶ δέδοικεν βροτῶν,</l><l n="391">ἐμοῦ κλύων θεσμὸν</l><l n="392">τὸν μοιρόκραντον ἐκ θεῶν</l><l n="393">δοθέντα τέλεον; ἔτι δέ μοι</l><l n="394"><add>μένει</add> γέρας παλαιόν, οὐδʼ ἀτιμίας</l><l n="395">κύρω, καίπερ ὑπὸ χθόνα</l><l n="396">τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.</l></sp></div></div><milestone n="397" unit="card"/><div type="textpart" subtype="episode"><sp><speaker>Ἀθηνᾶ</speaker><l n="397">πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν</l><l n="398">ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,</l><l n="399">ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,</l><l n="400">τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,</l><l n="401">ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,</l><l n="402">ἐξαίρετον δώρημα Θησέως τόκοις·</l><l n="403">ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,</l><l n="404">πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.</l><l n="405"><del>πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον</del></l><l n="406">καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς</l><l n="407">ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.</l><l n="408">τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·</l><l n="409">βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,</l><l n="410">ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,</l><l n="411">οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας</l><l n="412">οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.</l><l n="413">λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς</l><l n="414">πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.</l></sp><sp><speaker>Χορός</speaker><l n="415">πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.</l><l n="416">ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.</l><l n="417">Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.</l></sp><sp><speaker>Ἀθηνᾶ</speaker><l n="418">γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.</l></sp></div></div></body></text></TEI>