τιθασὸς ὢν φίλον ἕλῃ. ἐπὶ τὸν ὧδʼ ἱέμεναι κρατερὸν ὄνθʼ ὅμως ἀμαυ- ροῦμεν ὑφʼ αἵματος νέου. Χορός δόξαι τʼ ἀνδρῶν καὶ μάλʼ ὑπʼ αἰθέρι σεμναὶ τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη- σμοῖς τʼ ἐπιφθόνοις ποδός. Χορός μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ἀκμάν, σφαλερὰ καὶ τανυδρόμοις κῶλα, δύσφορον ἄταν. Χορός πίπτων δʼ οὐκ οἶδεν τόδʼ ὑπʼ ἄφρονι λύμᾳ· τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τινʼ ἀχλὺν κατὰ δώματος αὐδᾶ- ται πολύστονος φάτις. Χορός μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ἀκμάν, σφαλερὰ καὶ τανυδρόμοις κῶλα, δύσφορον ἄταν. Χορός μένει γάρ. εὐμήχανοί τε καὶ τέλειοι, κακῶν τε μνήμονες σεμναὶ καὶ δυσπαρήγοροι βροτοῖς, ἄτιμʼ ἀτίετα διόμεναι λάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳ λάμπᾳ, δυσοδοπαίπαλα δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.