<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="31">ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,</l><l n="32">ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.</l><l n="33">μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.</l></sp><milestone n="34" unit="card"/><sp><speaker>Πυθιάς</speaker><l n="34">ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,</l><l n="35">πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,</l><l n="36">ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,</l><l n="37">τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·</l><l n="38">δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.</l><l n="39"><milestone ed="P" unit="para"/>ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·</l><l n="40">ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ</l><l n="41">ἕδραν ἔχοντα προστρόπαιον, αἵματι</l><l n="42">στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος</l><l n="43">ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,</l><l n="44">λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,</l><l n="45">ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.</l><l n="46"><milestone ed="P" unit="para"/>πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος</l><l n="47">εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.</l><l n="48">οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,</l><l n="49">οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.</l><l n="50">εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας</l><l n="51">δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν</l><l n="52">αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·</l><l n="53">ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·</l><l n="54">ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·</l><l n="55">καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα</l><l n="56">φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.</l><l n="57">τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας</l><l n="58">οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος</l><l n="59">τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.</l><l n="60"><milestone ed="P" unit="para"/>τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων</l></sp></div></div></body></text></TEI>