ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός. Πυθιάς ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν, πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν, τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν· δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν· ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ ἕδραν ἔχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι· ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν· ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα· καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων