καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς· ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν. Χορός ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπους ὡς ἐπινωμᾷ στάσις ἁμά. εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι· τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼ οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν, ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ· ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αὐτῷ τελέως ἐφάνημεν. Χορός μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερ Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν ποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ- νίς μʼ ἄτιμον τίθησιν τόνδʼ ἀφαιρούμενος πτῶκα, ματρῷον ἅ- γνισμα κύριον φόνου. Χορός ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος, παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μικτος, αὐονὰ βροτοῖς. Χορός τοῦτο γὰρ λάχος διανταία