<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="275">δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί.</l></sp><milestone n="276" unit="card"/><sp><speaker>Ὀρέστης</speaker><l n="276">ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι</l><l n="277">πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη</l><l n="278">σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι</l><l n="279">φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.</l><l n="280">βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,</l><l n="281">μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει·</l><l n="282">ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ</l><l n="283">Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.</l><l n="284">πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος,</l><l n="285">ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.</l><l n="286"><del>χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.</del></l><l n="287"><milestone ed="P" unit="para"/>καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ</l><l n="288">χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ</l><l n="289">μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς</l><l n="290">αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν</l><l n="291">πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.</l><l n="292">ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,</l><l n="293">Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,</l><l n="294">τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,</l><l n="295">φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα</l><l n="296">θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,</l><l n="297">ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—</l><l n="298">ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.</l></sp></div><milestone n="299" unit="card"/><div type="textpart" subtype="choral"><sp><speaker>Χορός</speaker><l n="299">οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος</l><l n="300">ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον</l><l n="301">ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν,</l><l n="302">ἀναίματον βόσκημα δαιμόνων, σκιάν.</l><l n="303">οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους,</l><l n="304">ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;</l></sp></div></div></body></text></TEI>