δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί. Ὀρέστης ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει· ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ. καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα, φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός— ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος. Χορός οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν, ἀναίματον βόσκημα δαιμόνων, σκιάν. οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους, ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;