<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="245">ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.</l><l n="246">τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν</l><l n="247">πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.</l><l n="248">πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ</l><l n="249">σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,</l><l n="250">ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν</l><l n="251">ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς.</l><l n="252">καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών.</l><l n="253">ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.</l></sp><milestone n="254" unit="card"/><milestone unit="lyric"/><sp><speaker>Χορός</speaker><l n="254">ὅρα ὅρα μάλʼ αὖ,</l><l n="255">λεύσσετε πάντα, μὴ</l><l n="256">λάθῃ φύγδα βὰς</l><l n="257"><del>ὁ </del> ματροφόνος ἀτίτας.</l><l n="258">ὁ δʼ αὖτέ γʼ <del>οὖν</del> ἀλκὰν ἔχων</l><l n="259">περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου</l><l n="260">ὑπόδικος θέλει γενέσθαι χρεῶν.</l><l n="261">τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ</l><l n="262">δυσαγκόμιστον, παπαῖ,</l><l n="263">τὸ διερὸν πέδοι χύμενον οἴχεται.</l><l n="264">ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν</l><l n="265">ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ</l><l n="266">φεροίμαν βοσκὰν πώματος δυσπότου·</l><l n="267">καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω,</l><l n="268">ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας.</l><l n="269">ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν</l><l n="270">ἢ θεὸν ἢ ξένον</l><l n="271">τινʼ <sic>ἀσεβῶν</sic> ἢ τοκέας φίλους,</l><l n="272">ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια.</l><l n="273">μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν</l><l n="274">ἔνερθε χθονός,</l></sp></div></div></body></text></TEI>