ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς. καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών. ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ. Χορός ὅρα ὅρα μάλʼ αὖ, λεύσσετε πάντα, μὴ λάθῃ φύγδα βὰς ὁ ματροφόνος ἀτίτας. ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχων περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου ὑπόδικος θέλει γενέσθαι χρεῶν. τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ δυσαγκόμιστον, παπαῖ, τὸ διερὸν πέδοι χύμενον οἴχεται. ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ φεροίμαν βοσκὰν πώματος δυσπότου· καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω, ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας. ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν ἢ θεὸν ἢ ξένον τινʼ ἀσεβῶν ἢ τοκέας φίλους, ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια. μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν ἔνερθε χθονός,